Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 40-3
Not analysed yet
Αληθὴς δὲ ὁ λόγος, κἂν εἰ νοοῖτο πάλιν ἐπὶ τῶν σταυρωσάντων τὸν Ἐμμανουήλ. ψευδόμενοι γὰρ καὶ συκοφαντοῦντες αὐτὸν, χαίρειν παρεσκεύαζον Ἡρώδην τε καὶ Πόντιον Πιλάτον, καὶ τοὺς προεδρεύοντας τῆς Συναγωγῆς. ἔφη γάρ που καὶ ὁ θεσπέσιος Πέτρος πρὸς τόν τῶν ὅλων Πατέρα καὶ Θεόν “Συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐν τῇ πόλει ταύτῃ “ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε “καὶ Πόντιος Πιλάτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ.”