Ancient Greek · ~7 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 40-8
Not analysed yet
Ηλιον δὲ καὶ σελήνην σκοτισθήσεσθαί φησι, καὶ αὐτοὺς δὲ ἀφεγγεῖς ἔσεσθαι τοὺς ἀστέρας. καὶ οὐχὶ δὴ πάντως ὡς τοῦτο αὐτὸ τῶν στοιχείων πεισομένων τοτηνικάδε, ἀλλ’ ὡς σκότος ἐμποιοῦντος τοῦ πολέμου, καὶ οἷον ἀχλὺν ταῖς τῶν ἡττωμένων ἐνιέντος ὄψεσι. σκοτοῖ γὰρ ἀεὶ τοῦ θανάτου τὸ δεῖμα, καὶ ἀπαμβλύνει τὸν νοῦν συμφορᾶς ἀδοκήτου μέγεθος, καὶ ὥσπερ ζόφῳ καταμελαίνει καρδίαν τοῖς ὑπερμέτροις τῶν 7, ταθῶν. κεκράξεσθαι δέ φησι τὸν Κύριον, ὡς συνόντα τε καὶ συνασπίζοντα, καὶ στρατηγοῦ δίκην τοῖς ἐναντίοις ἐποτρύνοντα τοὺς ἐξ Ἰσραήλ. πρέποι δ’ ἂν μάλιστα τῷ τῆς ἀναστάσεως καιρῷ τὸ φάναι τὸν Κύριον, ὡς ἐκ Σιῶν ἀνακεκραξεται. ὅτι καθά φησιν ὁ θεσπέσιος Παῦλος “Αὐ- “τος ὁ κύριος ἐν κελεύσματι, ἐν φωνὴ ἀρχαγγέλου, καὶ ἐν “σάλπιλλι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ “ἐν Χριστῷ ἐγερθήσονται ἄφθαρτοι.” τοῦτο καὶ ὁ Μωνυσέως νόμος προανετύπου, ἐκέλευε γὰρ ἐν νεομηνίᾳ σαλπίζειν τοὺς ἐξ Ἰσραήλ. καὶ νεομηνία μὲν τύπος ἂν νοοῖτο, καὶ μάλα ἦς, αἰῶνος τοῦ μέλλοντος καὶ νέου μέτα ’τον πρῶτον ἡ ’δε γε σάλπιγξ, τῆς διαπρυσίας ἠχῆς τῆς τοῦ ἀρχαγγέλου φωνῆς, τῆς παρὰ Θεοῦ σάλπιγγος, ἢ πάντας ἐγερεῖ τοὺς ἐν τῆ γῇ κειμένους, ἐξαίσιόν τι καὶ φωνητικὸν ἠχοῦσα. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ κύριος τὸ ἐπὶ τῷ Λαζάρῳ θαῦμα πληρῶν, ἀφίκετο μὲν εἰς τὸ μνημεῖον, ὡς δέ φησιν ὁ Εὐαγγελιστὴς, φωνή μεγάλη ἐφώνησε “Λάζαρε δεῦρο “ἔξω.” τοῦτο δὲ πῶς ἂν νοηθείη, λέγοντος Θεοῦ διὰ τοῦ προφήτου “Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται “ἔξω ἡ φωνὴ αὐτοῦ;” σημεῖον οὖν ἄρα τῆς διαπρυσίου σάλπιγγος, καὶ τῆς ἀπ’ αὐτῆς ἠχῆς τῆς ἐπ’ ἐσχάτοις, φημὶ, καὶ ἐξ οὐρανοῦ, τὸ μεγάλῃ τὸν Σωτῆρα χρήσασθαι φωνῇ, διανιστάντα τὸν Λάζαρον.