Ancient Greek · ~2 min
41 to 43
Cyrillus Theol., In XII Prophetas 41-12-43
Not analysed yet
Καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλε τὸν Ἰωνᾶν ἐπὶ τἠν ξηράν. Προστάττεται πάλιν τὸ κῆτος θείᾳ τινὶ καὶ ἀπορρήτῳ δυνάμει Θεοῦ πρὸς τὸ αὐτῷ δοκοῦν κινούμενον· καὶ δὴ καὶ ἐκ λαγόνων ἀνίησι τὸν προφήτην, οὐκ ἀκερδὲς ἔχοντα τὸ παθεῖν, ἠκονημένον δὲ μᾶλλον ἐκ πείρας, καὶ ἐγνωκότα σαφῶς, ὡς ἐστὶν ἐπισφαλὲς τὸ δεσποτικοῖς ἀντιλέγειν δόγμασι. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱωνᾶν ἐκ δευτέρου, λέγωι Ἁνἀ- στηθι καὶ πορεύθητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην, καὶ κηρυξον ἐν αὐτῇ κατὰ τό κήρυγμα τὸ ἔμπροσθεν, ὅ ἐγὼ ἀλάλησα πρὸς σέ.