Ancient Greek · ~8 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 42
Not analysed yet
Ἐν τοῖς ἤδη προανεγνσμένοις ἔφασκεν, ὅτι “Καὶ ἀφανιῶ “ἄμπελον αὐτῆς καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἰπε Μισθώματά “μου ταῦτά ἐστιν ἅ ἔδωκάν μοι οἱ ἐρασταί μου·” προσετίθει δὲ τούτοις ὅτι “Καταφάγεται αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ “πετεινὰ τοῦ οὐρανοῦν καὶ τὰ ἑπτετὰ τῆς γῆς.” διερμηνεύοντες δὲ τὸ ῥητὸν, Θηρία καὶ πετεινὰ καὶ ἑρπετὰ παραδηλοῦσθαι πλαγίως ἐλέγομεν τοὺς ἐχθροῦς, οἵ τὴν τῶν Ἰοῦδαίων κατεληΐζοντο χώραν, Πέρσαι καὶ Μῆδοι καὶ Βαβυλώνιοι, καὶ ὁ παμμιηὴς δὲ τῶν ἄλλων πολεμίων ὄχλος, οἳ θηρῶν ἀγρίων ὀλίγα διενεγκεῖν νοοῖντ᾿ ἂν εἰκότως, διά τοι τὸ μιαιφόνον τοῦ τρόποι. καὶ μέντοι πτηνὰ διὰ τὴν ὀξύτητα τοῦ δρόμου· ἑρπετὰ δὲ, ὅτι δεινοὶ καὶ παμμόχθηροι καὶ δριμεῖς εἰς πονηρίαν. οὗτοι τοῦ Ἰσραὴλ ἐν ταῖς τῆς Σαμαρείας πόλεσιν ἀπικελεισμένου κατεδηδόκασι πάντα τὰ ἐν τοῖς ἀγροῖς,οὐδὲν τῶν ἐκτόπων ἐῶντες ἀνεπιτήδευτον. ἀλλ᾿ ὅταν, φησὶν, ἐξελῶ τὰ ὀνόματα τῶν εἰδώλων αὐτῶν ἀπὸ τῆς γῆς, τότε καὶ διαθήκην εἰρήνης διαθήσομαι αὐιτοῖς πρὸς ἅπαν ὠμὸν καὶ βάρβαρον γένος. ἀργήσει γὰρ ἤδη τὰ παρ᾿ ἐχθρπῶν, καὶ πολέμου καὶ δειμάτων μενοῦσιν ἀπείρατοι. Συντρίψω γὰρ τόξον καὶ ῥομφαίαν, ὃ δὴ καὶ εἰς πέρας ἱστορικῶς ἐνηεγμένον εὑρήσομεν. ἐπειδὴ γὰρ τὴν κατὰ πάντων ἀρχὴν οἱ περιφνανέστατοι τῶν Ῥωμαίων ἔλαχον στρατηγοὶ, πεποίηνται δὲ ὑπὸ χεῖρα τὴν ὑπ᾿ οὐρανὸν, θεοῦ τὴν δόξαν αὐτοῖς οἰκονομικῶς προσνέμοντος, Πέρσαι μὲν μόνης τῆς ἰδίας πεφροντίκασιν ἀρχῆς, κατέληξαν δὲ καὶ τῶν ἄλλων βαρβάρων αἱ κατὰ χωρῶν τε καὶ πόλεων ἐπιδρομαί. καὶ διαμέμνηται σαφῶς τοῦ τοιοῦδε πράγματος ὁ μακάριος Ἡσαΐας λέγων “Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν “εἰς ἄροτα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ “ἄρῃ ἔθνος ἐπ᾿ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι “πολεμεῖν.” ὡς γὰρ ἤδη γεγονότες ὑφ᾿ ἕνα ζυγὸν, ἐτράποντο μᾶλλον εἰς ἐπωφελῆ φιλεργίαν καὶ τῇ γεωργίᾳ χρήσιμα τὰ τοῦ πολέμου σκεύη μετέπλαττον. ἔσται τοίνυν εἰρήνν, φησὶ, καὶ οἱ πάλαι δεινοὶ πεπαύσονται φόβοι, θεοῦ κατευνάζοντος, καὶ τοῖς ἐξ εἰρήνης ἀγαθοῖς κατευφραίνοντος τοὺς ἀγπῶτας αὐτόν.