Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 43
Not analysed yet
Προσθεῖναι δὲ οἶμαι κἀκεῖνο δεήσει. πάλαι μὲν γὰρ ὅτε διετελοῦμεν ἐν πλάνῃ, καὶ ὀργῆς ἐχρηματίζομεν τέκνα, καθάπερ τινὲς θῆρες κπονηροῖ καὶ τὰ τῶν ὀρνέων σαρκοφαγεῖν εἰωθότα καὶ μὴν καὶ οἱ παγχάλεποι δράκοντες ἀπώλλυον ἡμᾶς αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις. ἐπειδὴ δὲ ἐν Χριστῷ τὸν φύσει Θεὸν ἐγνώκαμεν, καὶ ἀπενιψάμεθα διὰ πίστεως καὶ τῆς ἀρχαίας ἀπάτης τὰ ἐγκλήματα, τότε καὶ σεσώσμεθα, καὶ εἰλήθαμεν ἐξουσίαν “πατεῖν λἐπάνω ὄφεων καὶ ἐπέβημεν ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, πεπατήκαμεν δὲ λέοντά τε καὶ δράκοντα χριστοῦ προασπίζοντος, καὶ ἀνικήρῳ δυνάμει τοὺς ἰδίους περιτειχίζοντος, καὶ εἰρήνην ἡμῖν τὴν ἰδίαν ἑέντος εἰς νοῦν. “Εἰρήνην γάρ Φησι τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.” γράφει δὲ καὶ ὁ Παῦλος “Καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ ἡ ὑπερέχουσα πάντα νοῦν “φρουρήσει τὰς δαρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν.”