Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 42-3
Not analysed yet
Kατὰ τίνα δὴ τρόπον ἐν μὲν ταῖς κακίαις αὐτῶν ηὔφραναν βασιλεῖς, ἐν δέ γε τοῖς ψεύδεσιν ἄρχοντας, ἐν τούτοις ἡμῖν ἐξηγεῖται σαφῶς. ἔχει δὲ οὕτως τῆς ἱστορίας ὁ λόγος, ἢν εἴπερ τις εἰδείη τυχὸν, εἴσεταί που πάντως τῆς προφητείας τὸν νοῦν. ὅτε τοίνυν, ἀπορραγεισῶν τῶν δέκα φυλῶν, βεβασίλευκεν ἐπ’ αὐτὰς ὁ ἐπάρατος Ἱεροβοὰμ, ἐδεδίει σφόδρα, μὴ ἄρα πὼς τῶν ἑορτῶν ἕνεκα τῶν κατὰ τὸν νόμον ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, μεταπεισθεῖεν κατὰ βραχὺ τὸ Ἰούδα σκῆπτρον ἀνθελέσθαι πάλιν, καὶ τῶν ἀρχαίων ἐθῶν ἐνεχθέντες εἰς ἀνάμνησιν, ἢ ἀνέλωσιν αὐτὸν, ἤγουν ἐξώσειαν, καὶ οὐχ ἑκόντα λοιπὸν, τῆς κατὰ σφῶν ἀρχῆς. ταύτης ἕνεκα τῆς αἰτίας ὁ θεομισὴς καὶ δείλαιος τὰς χρυσᾶς αὐτοῖς δαμάλεις ἀφιεροῦν ἐσκέπτετο, καὶ τὸν τῆς ἀνοσίου ψευδολατρείας ἐπενόει τρόπον, καὶ καινοτομεῖν ἐπεχείρει τὰς ἐπὶ ταῖς δαμάλεσιν ἑορτὰς, ὡς ὁ τῆς Ἑβραίων παραδόσεως ἔχει λόγος. ἦν οὖν ἐν ἀρχαῖς οὐ μετρίως περιδεὴς, μὴ ἄρα τῆ ἄνωθεν καὶ ἐκ πατέρων αὐτοῖς ἡκούσῃ λατρείᾳ συναγορεύοντες, ἢ τῶν θρόνων ἐξώσειαν, ἢ καὶ ἀνέλωσιν, ὡς ἔφην, καὶ παρωσάμενοι τὸ ἐγχείρημα, παλινδρομεῖν ἕλοιντο πρὸς τὸ ἐν ἀρχαῖς, λελυπημένοι τε καὶ ἀγανακτοῦντες εἰκότως, ὡς ὑβρισμένου Μωυσέως, καὶ τῆς θείας αὐτοῖς πατηθείσης ἐντολῆς. ταύτῃτοι πικρὸς ὣν εἰς δόλους, καθίει πολλοὺς ἐν τῷ Ἰσραὴλ διαθρυλλοῦντάς τε καὶ λέγοντας, ὅτι χρὴ καὶ μοσχοποιεῖν αὐτοὺς, καὶ καινουργεῖν ἑορτὰς ἰδίας, καὶ τοῦτο αὐτὸ παρὰ τοῦ βασιλέως αἰτεῖν. ἐπειδὴ δὲ τοὺς ὄχλους ἐμάνθανε πολὺ δὴ λίαν ἔχοντας εἰς τοῦτο ἑτοίμως, συναινοῦντάς τε καὶ συνηδομένους τοῖς τὰ τοιάδε συμβεβουλευκόσι, συναγαγὼν ἅπαντας, προσπεφώνηκεν ἐναργῶς, ὅτι καὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς προσήκει προσκυνεῖν, καὶ τὴν τῆς ἑορτῆς πεφανέρωκεν ἡμέραν, τοῦ ὀγδόου μηνὸς τὴν πεντεκαιδεκά- τὴν, καθὰ γέγραπται.