Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 43-3
Not analysed yet
Tαῦτα δὴ λέγοντος τοτηνικάδε τοῦ Ἱεροβοὰμ ἐπευφήμουν οἱ δῆμοι, καὶ ἀνεκράγεσαν Αὕτη ἡ ἡμέρα τοῦ βασιλέως, τούτῳ καὶ ἡμεῖς ἑψόμεθα τῷ σκοπῷ· καὶ ἑτέροις δέ τισι τοιούτοις ἐπαίνοις κατευφραίνειν ἤθελον. συναπεκομίζοντο δὲ τοῖς ὄχλοις καὶ οἱ καθηγεῖσθαι λαχόντες, συνηχοῦντές τε καὶ συναινοῦντες αὐτοῖς. τούτων ἡμῖν εἰς τὸ παρὸν ὁ τοῦ προφήτου διαμέμηνται λόγος. πάντες γάρ φησι μοιχεύοντες ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός. διανενευκότες γὰρ εἰς πορνείαν τὴν νοητὴν, ἤγουν εἰς απόστασιν τὴν ἀπὸ Θεοῦ· τοῦτο γὰρ ἡ πορνεία· κλιβάνοις ἐοίκεσαν ἐκκεκαυμένοις ἤδη πὼς καὶ ἑτοίμοις εἰς πέψιν ὧν ἄν τις ἐμβάλοι· φλογὸς γὰρ ἦσαν μεμεστωμένοι, θερμῆς δηλονότι καὶ οἱονεὶ διακεκαυμένης ἐπιθυμίας. ἐοίκεσαν δὲ καὶ φυράματι σταιτὸς, ἔχοντι μὲν ἤδη τὴν ζύμην, ζυμωθέντι δὲ τελείως ἐν ἡμέρᾳ βασιλέως αὐτῶν· ὅτε, καθάπερ ἔφην ἀρτίως, ἀναφανδὸν εἰρηκότος τοῦ Ἱεροβοὰμ, ὅτι χρὴ θύειν ταῖς δαμάλεσι, καὶ τὰς ἐπ’ αὐταῖς τελεῖν ἑορτὰς, ἐπεφώνουν αὐτοί Αὕτη ἡ ἡμέρα τοῦ βασιλέως, καθάπερ, ὡς ἔφην, ὁ τῆς παραδόσεως ἔχει λόγος. τότε καὶ ἐζυμώθη τελείως, τουτέστιν, ὅλος ἐξ ὅλου γέγονε τῆ δυσσεβείᾳ κάτοχος. οὐκοῦν, προεκκεκαυμένοι τὸν νοῦν ταῖς εἰς παράβασιν θερμαῖς καὶ ἀκαθέκτοις ἐπιθυμίαις, προζυμωθέντες δὲ ὥσπερ κατὰ τοῦτον αὐτὸν τὸν τρόπον ἐν ἡμέρᾳ βασιλέως, εἰς τὸ τῆς φαυλότητος κατώλισθον πέρας.