Ancient Greek · ~2 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 42-9
Not analysed yet
Ἐπειδὴ γὰρ μεμίσηκε μὲν αὐτῶν τὰς χώρας, καταμυσάττεται δὲ καὶ πᾶσαν τὴν ὕβριν Ἰακὼβ, ἤτοι τὴν ἀλαζονείαν αὐτῶν, αὐτάνδρους τὰς παρ’ αὐτοῖς διολωλέναι πόλεις ταύτῃτοί φησι. τὸ δὲ ὅπως ἕκαστα τοῖς ἐκείνα πεπλημμεληκόσι συμβήσεται, διερμηνεύει λεπτῶς. ἐξαρῶ γὰρ, φησὶν, ἣν ἃν βούλωμαι πόλιν, καὶ οἷον ἐκ μέσου ποιήσομαι τοῖς κατοίκοις ὁμοῦ. κἂν εἰ γένοιτο τυχὸν δεκα τινας τῶν ἐκ μιας ὄντων οἰκίας διαδρᾶναι μὲν τῶν πολεμίων τὸ ξίφος, εἰσδῦναι δὲ εἰς μυχοὺς καὶ εἰς τὰ ἐσώτερα τῆς οἰκίας, τεθνήξονται, δεδιότες τάχα που κἂν γοῦν προκύψαι βραχὺ τῶν ἐν οἷς εἰσὶ μυχῶν.