Ancient Greek · ~4 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 43-10
Not analysed yet
Διαδέξεται τοίνυν τὴν τοῦ παίοντος χεῖρα, φησὶν, ὁ λιμὸς, καὶ ἀποκτενεῖ τοὺς κεκρυμμένους. ἀποκεχωρηκότων δὲ τῶν ἐχθρῶν ἥξουσί τινες τῶν ἐξ αἵματός τε καὶ κατὰ διάθεσιν οἰκειῶν, καὶ παραβιωνται του εξενεγκειν τα οστα αυτων. τίνα δὲ καταβιάσονται τὰ τῶν τεθνεώτων συναγείροντες λείψανα; ἑαυτοὺς δηλονότι. φορτικὸν γὰρ καὶ δύσοιστον ἀληθῶς τὸ μυδώντων ἤδη καὶ σεσημμένων ἅπτεσθαι σωμάτων, καὶ ῥινὸς οἶμαί που μὴ τετρημένης τοῖς τὰ τοιάδε τολμῶσι χρεία· κακοσμίας γὰρ τῆς οὕτω δεινῆς οὐδὲν ἂν γένοιτο χεῖρον. ἑαυτοὺς οὖν ἄρα καταβιάσονται, τοῖς κατοιχομένοις καὶ ἀπολωλόσιν ὑπὸ λιμοῦ τὸ συμπαθὲς χαριζόμενοι, διὰ τοῦ καὶ τάφων καὶ περιστολῆς ἀξιοῦν αὐτούς. οἱ δὲ τοῦτο δρῶντες, φησὶ, περιεργάσονται λοιπὸν παρὰ τοῦ τὴν οἰκίαν εἰδότος, μὴ ἄρα τις εἴη μετ’ ἐκείνους ἕτερος, ἢ ζῶν ἔτι τυχὸν καὶ ἐν μυχοῖς λανθάνων, ἢ τεθνεὼς ἤδη καὶ ὀδωδώς. ὁ δὲ ἀποκρίνεται λέγων Οὐκ ἔτι. τοῦτο δέ ἐστιν ἕτερον οὐδὲν, ἢ παντελοῦς ἐρημίας ἀπόδειξις ἐναργής.