Ancient Greek · ~8 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 43-5
Not analysed yet
Μέτεισι πάλιν ὁ λόγος ἐκ τῆς ἀγελαίας πληθύος ἐπὶ τοὺς ἐκ φυλῆς Ἐφραΐμ βεβασιλευκότας ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ Σαμαρείᾳ, οὓς καὶ πνεῦμα πονηρὸν εἶναί φησι διά τοι τῆς γνώμης αὐτῶν τὸ δυσμετακόμιστον, καὶ τὸ λίαν ἀπονενευκὸς καὶ ἀκάθεκτον εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. ἐδίωξε γὰρ καύσωνά φησι· καίτοι γὰρ ἐξὸν ὑπὸ τὴν ἐμὴν εἶναι σκιὰν, οἱονείπως αὐτόμολος ἀπεχώρει πρὸς καύσωνα. καύσωνα δὲ ὀνομάζει τὴν ἐκ τῶν θλίψεων πύρωσιν, καὶ τὴν καταφλέγουσαν συμφοράν. καὶ γοῦν ὁ σοφὸς Παροιμιαστὴς αἰνιγματωδῶς τοὺς πόνους οὕτως ὀνομάζει, καί φησι “Διεσώθη “ἀπὸ καύματος υἱὸς νοήμων· ἀνεμοφθόρος δὲ γίνεται ἐν “ἀμητῷ υἱὸς παράνομος.” οὐκοῦν ὁ μὲν Ἐφραΐμ, ἐπειδήπερ ἐστὶ πνεῦμα πονηρὸν, ἐδίωξε καύσωνα, τουτέστιν, ἐζήτησε καὶ ἐθελοντὴς ἀπέδρα πρὸς καύσωνα· ἀλλ’ οἵγε συνετοὶ περὶ Θεοῦ λέλουσιν “Ἐν τῆ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκά- “θισα.” ἴσα. σκιὰν ’δε φασι τῆς παρὰ Θεοῦ καὶ ἄνωθεν ἐπικουρίας τὴν σκέπην. ἀλλ’ οὐ τοῦτο δέδρακεν ὁ Ἐφραΐμ. ἐζήτησε γὰρ καυσωνα. πὼς, ἢ τίνα τρόπον; ὅλην τὴν ημεραν κενοὶ καὶ μάταια ἐπλήθυνε, τουτέστιν, ἐν παντὶ καιρῷ ψυχρὰ καὶ ἀνωφελῆ καὶ ἔδρα καὶ ἐβουλεύετο. ποῖα δὲ ταῦτά ἐστι; διαθήκην μετὰ Ἀσσυρίων διέθετο. ἔφην δὲ ἤδη προλαβὼν, καὶ πλειστάκις, ὅτι τῶν βασιλέων τῶν ἐν Σαμαρείᾳ τινὲς, καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις, ποτὲ μὲν χρήμασι τὴν Ἀσσυρίους εἰρήνην καὶ τὴν ἐκεῖθεν ἀσφάλειαν ἀγοράζειν ἐπεχείρουν, ποτὲ δὲ τὴν Αἰγυπτίων ἐκάλουν ἐπικουρίαν, ἐμπορευόμενοί τε τῆς παρ’ αὐτῶν εὐνοίας τὴν ὑπόσχεσιν, τὰ ἐκ τῆς ἰδίας ἔπεμπον χώρας, ὁμοῦ δηλονότι τοῖς ἄλλοις. ἐλαιοφόρος δὲ ἡ Σαμαρειτῶν, καὶ ἦν ἐν Αἰγύπτῳ ἐν τιμῇ τὸ ἔλαιον, οὐκ ἐχούσης αὐτὸ τῆς γῆς. κενὸν οὖν ἄρα καὶ μάταιον ἡ εἰς ἀνθρώπους ἐλπίς. καὶ δὴ κατορχείσθω τοῦ πεποιθότος ἐπ’ ἀνθρώποις, ὁ ἐπὶ Θεῷ πεποιθὼς, τὸ ἐν ψαλμοῖς ἐκεῖνο λέγων “Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν “Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ’ ἤλπισεν ἐπὶ τῷ πλήθει τοῦ “πλούτου αὐτοῦ, καὶ ἐνεδυναμώθη ἐν τῆ ματαιότητι αὐτοῦ· “ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, “ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν “αἰῶνα τοῦ αἰῶνος.”