Ancient Greek · ~1 min
44 to 45
Cyrillus Theol., In XII Prophetas 44-5-45
Not analysed yet
Αγαπᾶν δὲ ὅτι μάλιστα πρέπει τοῖς ἐπιεικείας ἐρασταῖς καὶ ἀσφαλῶς ἐθέλουσι διαζῆν, τὸ ὑπὸ σκιὰν εἶναι Θεοῦ, διὰ τοῦ κατὰ μηδένα παροτρύνειν τρόπον, παραιτεῖσθαι δὲ οὕτω τὸ προσκρούειν αὐτῷ ὡς ἃν καὶ αὐτὰς τὰς ἅδου πύλας. Kαὶ κρίσις τῷ Κυρίῳ πρὸς Ἰούδαν του ἐκδικῆσαι τὸ Ἰακώβ· κατά τὰς ὁδοὺς αὐτοῦ καὶ κατά τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσει αὐτῶ.