Ancient Greek · ~11 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 45
Not analysed yet
Οὐχὶ μόνον, φησὶν, ἀπαλλάξω τῶν τοῦ πολεμίου δειμάντων, προσθήσω δὲ τούτῳ καὶ τὸν ἐν καλῷ γενέσθαι λοιπὸν τῆς ἐπ᾿ ἀγαθοῖς ἐλπίδος, ὡς ἀσφαλῆ καὶ ἐρηρεισμένην καὶ ἀκλόνητον ἔχειν τὴν εὐθυμίαν. ἐμαυτῷ γάρ σε μνηστεύοἱονεὶ, καὶ τοῦτο εἰς τὸν αἰῶνα. καὶ τί δὴ τοῦτό ἐστιν; οἱονεὶ γάρ πως ἐμνηστεύετο τὸν ἀρχαῖον Ἰσραὴλ. ἤτοι τὴν τῶν Ἰουδαίων Συναγωγὴν, καὶ πρὸς οἰκειότητα κέκληκε τὴν διὰ νόμου φημῖ, διακονοῦντος Μωυσέως καὶ μεσολαβούντων ἀγγέλων. ἀλλ᾿ ἦν τῆς μνηστείας ὁ τρόπος οὐ διηνεκὴς, οὔτε μὴν εἰς τὸν αἰῶνα, πολλοῦ γε καὶ δεῖ· οὐ γὰρ ἔμελλον οἱ τύποι κρατήσειν διὰ παντὸς, καὶ τὰ “μέχρι καιροῦ “διορθώσεως ἐπικείμενα·” κατὰ δέ γε τὸν τῆς διορθώσεως καιρὸν, τουτέστι, τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἕτερος τῆς μνηστείας ἀναπέξανται τρόπος, διηνεκὴς καὶ ἀσάλευτος, καὶ πολὺ τοῦ πρώτου λαμπρότερος, καὶ τῆς σκιᾶς ἐν ἀμείνοσιν. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ἕδνον ὥσπερ τι τῇ νύμφῃ τῆς σαρκικῆς δουλείας τὴν ἀπόθεσιν ἐχαρίζετο, καὶ διὰ σκιᾶς καὶ τύπων ἐκάλει πρὸς ἀποάθαρσιν τὴν πνευματικήν. πλὴν ἐμέτρει καιρὸν τῇ μνηστείᾳ· οὐ γὰρ ἄμεμπτος ἡ πρώτη, κατὰ τὴν τοῦ Παύλου φωνὴν, οὔτε μὴν b ἀγήρως ἦν καὶ ἀφανισμοῦ μακράν. ταύτῃτοι καὶ τῆς δευτέρας ἐζητεῖτο τόπος, τουτέστι, τῆς νέας, τῆς διὰ Χριστοῦ Φημὶ δωπεᾶς τε καὶ χάριτος, οὐ πρόσκαιρον ἡμῖν, οὐδὲ σαρκικὴν εἰσκμιζούσης ἐλευθερίαν. καταγράθει γὰρ ἐν τέκνοις Θεοῦ, καὶ ‘’τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος’’ ἐπιδαψι- λεύεται, καὶ κιηνεκεῖς ὁρίζει νόμους. καὶ γοῦν πρὸς αὐτὸν ὁ Θεῖος ἔφη που Δαυείδ ‘’Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν ‘’αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια·’’ ἀναθανδὸν οἶμαί που δηλῶν, ὅτι οὔτε εἰς τὸν αἰῶνα μένει τὰ ἐν νόμῳ, μεταστη- σομένης τῆς σκιᾶς εἰς ἀλήθειαν, οὔτε μὲν τῆς ἀληθείας τὸ κάλλος ἐν τοῖς νομικοῖς γράμμασι καταθρήσαι τις ἄν· ἦν γὰρ, ὡς ἔθην, σκιὰ καὶ τύτος ὁ νόμος. μνηστεύεται τοίνυν αὐτὴν, τὸν ἐν ἀρχαῖς τε καὶ πρῶτον ἀθετήσας γάμον. οὐ γὰρ ἱκανὸς ὁ νόμος συνάψαι Θεῷ τελείως τε καὶ καθαρῶς· πρόσιμεν δὲ αὐτῷ δἰ Υἱοῦ, καὶ τῶν δἰ αὐτοῦ Θεσπισμάτων, τουτέστι τῶν εὐαγγελικῶν, ἅ καὶ πνευματικὴν ἔχει τὴν ἕνωσιν ἤτοι συνάθειαν· ἑνούμεθα γὰρ τῷ Θεῷ ἐν Πνεύματι, καὶ τῆς Θείας αὐτοῦ Θύσεως πλυτοῦμεν τὴν μέθεξιν. εἰκὸς δέ τι καὶ ἕτεπον ἡμῖν ὑποθαίνειν ἀστείως τὸ μνηστεύσομαί σε ἐμαυτῷ· συνύσεις γὰρ ὧδε πάλιν. ἤ γὰρ τὸ ἐμαυτῷ Θηςὶν, ἀντὶ τοῦ δἰ ἐμαυτοῦ, οὐ, καθὰ καὶ πάλαι, μεσολα- βούντων ἀγγέλων, οὔτε μὴν διακόνου τινὸς εἰς τοῦτο παρειλημμένου, κατὰ τὸν τοῦ Μωυσέως τρόπον. ‘’Οὐ γὰρ “πρέσβυς, οὐκ ἄγγελος, κατὰ τὸ γεγραμμένον, ἀλλ’ αὐτὸς ὁ “Κύριος, ‘’ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ἄνθρωπος γεγονὼς καθ’ ἡμᾶς, ἑαυτῷ παρέστησε τὴν ἐκκλησίαν, καὶ “τοὺς δύο “λαοὺς ἔκτισεν εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ “ἀποκαταλλάσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ πωεύματι πρὸς “ἀποκαταλλέσων τοὺς ἀμθοτέρους ἐν ἑνὶ πνεύματι προς “τὸν πατέρα,’’ κατὰ τὴν τοῦ μακαρίου Παύλου θωνήν.