Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 46
Not analysed yet
Ἤ καὶ καθ’ ἕτερον, εἰ βούλει, τρόπον ἐκδέξῃ τὸ εἰρημένον. ἐμνηστεύετο γὰρ, ὡς ἐθην, ἐν Αἰγύπτῳ ποτὲ τὴν τῶν Ἰουδαίων Συναγωγήν· ἀλλ’ οἱονείπως ἑτέρῳ μᾶλλον, οὐχ ἑαυτῷ, θημὶ δὴ τῷ θεσπεσίῳ Μωυσεῖ, πρὸς ὅν ἔθη που “Βάδιζε κατάβηθι τὸ τάχος ἐντεῦθεν· ἠμόμησε γὰρ ὁ λαός “σου, οὕς ἐξήγαγες ἐκ γὴς Αἰγύπτον.’’ ἀκύεις ὅπως Mωυσεῖ προσνενέμηκε τὴν μεμνηστευμένην, ἤτοι τὸν λαὸν, οὔπω τῆς οἰκειότητος ἀξιῶν τῆς πρὸς ἑαυτόν· οὐ γὰρ ἱκανὸς, ὡς ἔθην, ὁ νόμος ἤτοι Μωυςῆς, συνάψαι καθαρῶς τε καὶ ὁλοτρόπως Θεῷ· τετήρητο γὰρ ὡς κατορθωμάτων ἔριστον καὶ θεοπρεπὲς ἀληθῶς τῷ μεσίτῃ Θεοῦ καὶ ἀνθρώπων, του- τέστι Χριστῷ, δἰ οὗ καὶ ἐν ᾧ πρὸς Θεὸν ἑνούμεθα. καὶ γάρ ἐστιν “αὐτὸς ἡ εἰρήωη ἡμῶν,’’ κατὰ τὰς γραθὰς, ὁ τὴν μεταξὺ κειμένην ἐξελὼν ἁμαρτίαν, καὶ καθαροὺς ἡμᾶς καὶ ἐκυενιμμένους καὶ ἡγιασμένους τῷ πνεύματι συνάψας ἑαυτῷ, καὶ δἰ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί.