Ancient Greek · ~5 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 45-12
Not analysed yet
Ἐπισυναχθήσονται μὲν γὰρ ἐπὶ Σιὼν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ, εἶτα κατορχήσεσθαι καὶ καταμειδιάσειν αὐτῆς προσδοκήσαντα, ἠλόηνταί τε καὶ συνετρίβησαν, Θεοῦ τοῖς ποσὶ τῶν νικησάντων παραῤῥιπτοῦντος αὐτοὺς ὡς ἐν εἴδει δράγματος. ἥλω δὲ καὶ ἀπόλωλεν ἡ Σαμαρειτῶν, καὶ δεδαπάνηται τῷ πολέμῳ, καὶ περὶ αὐτῆς φησὶν, ὡς ἐμφραχθησεταί τε καὶ ἐνσχεθήσεται καθορίζοντος δηλονότι Θεοῦ τὸ ἐν συνοχῇ γενέσθαι καὶ χρῆναι παθεῖν αὐτήν. θυγατέρα δὲ τοῦ Ἐφραῒμ ὀνομάζει τὴν Σαμάρειαν, ἤγουν τὴν ἐν τῇ Σαμαρείᾳ πληθύν. ἔοικε γάρ πως ἐν τάξει κεῖσθαι πατρὸς τοῖς ὑπεζευγμένοις ὁ βασιλείαν πεπιστευμένος. βεβασιλεύκασι δὲ τῆς Σαμαρείας οἰ ἐξ Ἐφραΐμ. ἔσται δὴ οὖν ἔσται φησὶν οἷον περίσχετος καὶ διεζωσμένη τοῖς τῶν πολεμίων δήμοις ἡ Σαμαρειτῶν, οἳ μονονουχὶ καὶ πατάξουσιν εἰς σιαγόνα αὐτὴν, οὐ χερσὶ ῥαπίζοντες ἐχομέναις φειδοῦς, ἀλλὰ καὶ ῥάβδοις συντρίβοντες καὶ καταικιζόμενοι σφοδρῶς. σημαίνει δὲ διὰ τούτων πρὸς ταῖς ἀτιμίαις καὶ δύσοιστον ὄντα τῆς αἰχμαλωσίας τὸν πόνον. ἀτιμίας μὲν γὰρ σημεῖόν ἐστιν οὐκ ἀμφίλογον τὸ εἰς σιαγόνα ῥαπίσματα. εἰ δὲ δὴ νοοῖτο καὶ διὰ ῥάβδου γενέσθαι, φορέσει πάντως τὸ μοχθηρὸν, καὶ τὸ οἷον οἰκέτῃ πρέπον. ἄτιμος οὖν ἔσται φησὶ καὶ ἐν αἰκίαις καὶ πόνοις ἡ ὑπὸ τῶν ἐκ φυλῆς Ἐφραῒμ βασιλευομένη Σαμάρεια.