Ancient Greek · ~2 min
46 to 47
Cyrillus Theol., In XII Prophetas 46-14-47
Not analysed yet
Ἀλλ᾿ ἥ γε τοῦ παίοντος ἀργήσει χεὶρ, ἄγευστοι δὲ μενοῦμεν αἰκίας, εἰ παντὶ δὴ σθένει παραιτοίμεθα τὸ καταθήγειν ἐφ᾿ ἑαυτοῖς εἰς ὀργὰς τὸν τῶν ὅλων Κύριον διά τοι τοῦ δρᾶν ἃ μὴ θέμις καὶ ποιεῖσθαι περισπούδαστον τὸ ἀπηχθημένον αὐτῷ. τιμῶντες δὲ μᾶλλον ταῖς ἐπιεικείαις ἐσόμεθα τῆς εὐημερίας ἐν καλῷ, λαμπρόν τε καὶ ἀξιόληπτον ἀληθῶς διαζήσομεν βίον. Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾿ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.