Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 45-4
Not analysed yet
᾿Αποπεπαύσονται, Ἀποπεπαύσονται, φησί, τῶν ἀρχαίων ὑπονοστήσουσιν εὐσθενῶς εἰς τὸ λατρεύειν “Θεῷ ζῶντι καὶ “ἀληθινῷ,” καὶ ὑπ’ αὐτῷ γενήσονται μονοτρόπως, οὐ παρ’ ἑτέρου τὸ σώζεσθαι ἀπὸ τῶν ἐχθρῶν, ἀλλὰ παρ’ αὐτοῦ προσδοκῶντες μόνου. τοῦτό τοι πληροῦσα καλῶς ἡ ἐξ ἐθνῶν ᾿Εκκλησία, περὶ τοῦ πάντων Σωτῆρός φησιν ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων “Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ “ἐκάθισα.” τοῖς τοῦτο δρᾶν εἰωθόσιν ἐπιφωνείτω λέγων καὶ ὁ θεσπέσιος Δαυείδ “Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει “σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα.” τοῦτο τοῖς ἀρχαιοτέροις ἐπετελεῖτο παρὰ Θεοῦ, νεφέλης αὐτοῖς ἐπισκιαζούσης κατὰ τὴν ἔρημον, καὶ τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ σκηνὴν ὑποφαινούσης ἀστείως. εὖ δὲ δὴ σφόδρα καὶ τὸ καθιοῦνταί φησιν, ἵνα τὸ βεβηκὸς καὶ τὸ ἱδρυμένον ἀσφαλῶς τῆς τῶν ἐπιστρεφόντων γνώμης διὰ τούτου νοῆται.