Ancient Greek · ~2 min
40 to 44
Cyrillus Theol., In XII Prophetas 40-6-44
Not analysed yet
Καὶ ἔσται ὡς ἐλαία κατάκαρπος. Αειθαλὴς δηλονότι καὶ εὔκαρπος· τοιοῦτον γὰρ τὸ φυτόν. Καὶ ἡ ὅσφρανσις αὐτοῦ ὡς λιβάνου. Εὐοσμότατον κομιδῇ τοῦ λιβάνου τὸ χρῆμα. ταύτῃτοι καὶ ὡς ἱερὸν τῷ Θεῷ, καὶ ὁ Μωυσέως αὐτὸ κατεχρησμῴδησε νόμος. Λιβάνῳ γὰρ δεῖν καταπάττεσθαι τὴν προσαγομένην σεμίδαλιν εἰς θυσίαν, διετύπου πολλαχῶς. εὐώδης οὖν ἔσται, φησὶν, ὁ τῶν κεκλημένων καρπὸς, καὶ εὐπαράδεκτος εἰς θυσίαν τῶ φιλαρέτῳ Θεῶ. Ἐπιστρέψουσι καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ.