Ancient Greek · ~2 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 47-9
Not analysed yet
Ερμηνεύει σαφῶς ὅπερ ἔφη, καὶ ἀνόπιν ὥσπερ ὁ λόγος ἰὼν, τὰ ἀπ’ ἀρχῆς μέχρι τέλους ὡς ἐν βραχέσι καταδηλοῖ. δουλείας μὲν γὰρ ἐξεῖλον, φησὶ, καὶ τῆς τῶν Αἰγυπτίων πλεονεξίας ἀπήλλαξα· ἔθρεψά τε κατὰ τὴν ἔρημον, καθιεὶς μὲν ἄνωθεν τὸ μάννα αὐτοῖς, πηγὰς δὲ ὑδάτων θεοπρεπῶς ἀνιεὶς, καὶ ἐξ ἀκροτόμου πέτρας ἀδοκήτων ναμάτων ἐκδρομὰς δωρούμενος. καὶ ἦν ὁ πόνος τῆς ὁδοιπορίας αὐτοῖς οὐκ ἐπὶ μικροῖς, ἀλλ’ ἵνα κληρονομήσειαν τῶν Ἀμοῤῥαίων τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην. οἱ δὲ καὶ πρὸς τοῦτο σκαιότητος ὠλισθήκασιν, ὡς μηδὲ εἰδέναι τάχα που τὴν ἐμὴν περὶ αὐτοὺς ἀγάπησιν καὶ φιλανθρωπίαν.