Ancient Greek · ~3 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 48-8
Not analysed yet
Μεμνῆσθαι δὴ οὖ ἀναγκαῖον ἡμᾶς τοὺς ἐν Χριστῷ διὰ πίστεως, ὅτι καὶ δουλείας ἀπηλλάγμεθα, καὶ καθάπερ ἐξ Αἰγύπτου μετακεχωρήκαμεν εἰς τὴν ἔρημον, τουτέστιν εἰς πλατεῖαν καὶ καθαρωτάτην ἀληθῶς, καὶ ἀσυμμιγῆ τοῦ χείρονος πολιτείαν, φημὶ δὴ τὴν Εὐαγγελικήν· ἄρτον πεπλουτήκαμεν τὸν ἐξ οὐρανοῦ τὸν ζωὴν διδόντα τῷ κόσμῳ. νευρούμεθα γὰρ ἐν χριστῳ, καὶ πηγὰς ἀκηράτων ὑδάτων ἐσχήκαμεν τῶν ἁγίων Ἀποστόλων τὰς συγγραφάς· οὕτω γὰρ αὐτὰς καὶ ὁ προφήτης Ἡσαΐας ὠνόμαζε λέγων “καὶ “ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτη- “ρίου.” σωτηρίου δὲ πηγαὶ τίνες ἂν εἶεν μᾶλλον ἢ ἐκεῖνοί που πάντως οἱ τὸν σωτήριον ἥμιν καὶ ζωοποιον ἀνιέντες λόγον, καὶ τὸ Χριστοῦ μυστήριον εὐαγγελιζόμενοι, μυσταγωγοῦντες τὴν ὑπ’ οὐρανόν.