Ancient Greek · ~4 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 48-11
Not analysed yet
Ἐμφαντικὸς ὁ λόγος, πεπιστεύκασι γὰρ οἱ ἐκ Νινευί φησι, τουτέστιν, οἱ ἐκ πόλεως τῆς ἐφ’ ἅπασιν ἀεὶ τοῖς ἀτόποις κατεγνωσμένης, ἐν ἢ πολὺς μὲν καὶ ἀναρίθμητος εἰδώλων ἐσμὸς, μυρία δὲ ὅσα τεμένη, καὶ ἐν σπουδῇ τὰ ἀπόρρητα. γοητείαι γὰρ καὶ ψευδομαντείαι τὰ παρ’ αὐτοῖς τιμώμενα, καὶ σοφὸς ἦν ἄγαν ὁ περίεργον τοῖς ἄστροις τὸν ὀφθαλμὸν ἐνιεὶς, καὶ εἰς λῆξιν ἥκων εὐκλείας ὁ πρὸς πᾶν ὁτιοῦν τῶν ἀτόπων εὔκολος. ἀλλὰ πεπιστεύκασι τῷ Θεῷ ἀπς μικροῦ ἕως μεγάλου, τουτέστι, περιφανεῖς τε καὶ ἄσημοι, λαμπροὶ καὶ κατερριμμένοι, καὶ οἱ ταῖς ἐκ πλούτου τρυφαῖς ἐπιχεόμενοι, καὶ οἱ τῷ τῆς πενίας ἄχθει καταμεθύοντες· μία δὲ ἦν ἅπασιν ἡ σπουδὴ τὸ τοῖς τοῦ Προφήτου καταπείθεσθαι λόγοις. μέγα δὲ τὸ θαῦμα, καὶ πολὺς ἄγαν τῶν πεπιστευκότων ὁ ἔπαινος. ἕπονται γὰρ εὐθὺς ἀμελλητὶ πρὸς τὸ ἄμεινον καλοῦντι λοιπὸν, καὶ τρυφερὸν τοῖς θείοις κηρύγμασιν ὑπέχουσι τὸν αὐχένα, καὶ τοῦτο ἀλλογενοῦς καὶ ἑνὸς ἀνδρὸς, καὶ οὐ πάλαι διεγνωσμένου, καλοῦντος εἰς μετάγνωσιν.