Ancient Greek · ~4 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 49-12
Not analysed yet
Αλλ’ ὧδε μὲν τὰ Νινευιτῶν. ὁ δέ γε ἀπόπληκτος Ἰσραὴλ ἀπειθεῖ τῷ νόμῳ· διαγελᾶ τὰ Μωυσέως, οὐδὲν ἡγεῖται τὰ προφητῶν. καὶ τί τοῦτο λέγω ; γέγονε καὶ κυριοκτόνος, οὐδὲ αὐτῷ πειθόμενος τῷ πάντων ἡμῶν Σωτήρι’ Χριστῷ. οὐκοῦν ἐν ἀμείνοσιν ἦν τὰ Νινευιτῶν, καὶ τοῦτο δέδειχεν ἀληθὲς ὁ τῶν ὅλων Θεὸς, οὕτω που λέγων πρὸς τὸν μακάριον προφήτην Ἰεζεκιήλ “Υἰὲ ἀνθρώπου, βάδιζε, εἴσελθε “πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, οὐ πρὸς λαοὺς πολλοὺς “ἀλλοφώνους ἤ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῆ γλώσσῃ “ὄντας, ὧν οὐκ ἀκούση τοὺς λόγους αὐτῶν· καὶ εἰ πρὸς “τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἃν εἰσήκουσάν σου. ὁ δὲ “οἶκος Ἰσραὴλ οὐ μὴ θελήσωσιν ἀκοῦσαί σου, διότι οὐ “βούλονται εἰσακούειν μου, ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ φιλό- “νεικοί εἰσι καὶ σκληροκάρδιοι.” οἱ μὲν γὰρ ἀλλόγλωσσοι καὶ βαθύχειλοι καὶ σοβαροὶ τοὺς λόγους, τουτέστιν οἱ Νινευῖται, τετιμήκασι τὸ χρησμῴδημα, καὶ πρὸς τὸ χρῆναι μετανοεῖν κεχωρήκασιν ἀμελλητί· ὁ δὲ φιλόνεικος Ἰσραὴλ οὐ τετίμηκεν, ὡς ἔφην, οὐδὲ αὐτὸν τὸν τοῦ νόμου καὶ προφητῶν Δεσπότην.