Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 48-4
Not analysed yet
Tαλανίζει καὶ νῦν ὁ προφήτης τὸν Ἐφραΐμ, ἤτοι τὸν Ἰσραὴλ, αὐτόν τε γενέσθαι παραίτιον ἑαυτῷ φησὶ καὶ τῆς ἀπαιδίας καὶ τῆς ἀνηκέστου συμφορᾶς. ὡς γὰρ τεθέαμαι καὶ ἐκ τῶν σῶν λόγων, ὦ Δέσποτα, φησὶ, καὶ ἀπό γε τῶν πραγμάτων αὐτῶν, αὐτὸς ὁ Ἐφραΐμ εἰς θήραν καὶ ἀποκέντησιν τα ἑαυτοῦ παρεστησε τεκνα. καὶ οὐκ ἃν ἑτέρους αἰτιῷτο λοιπὸν, αὐδ’ ἃν τῆς θείας καταβοήσειεν ὀργῆς, εἰ τὰ εἰκότα φρονεῖν ἕλοιτο· αἰτιάσεται δὲ μᾶλλον τὴν ἑαυτοῦ δυσβου- λίαν καὶ ἀπόστασιν. ἐπειδὴ γὰρ λελύπηκεν οὐ μετρίως τὸν ἐπαμύνοντά τε καὶ σώζοντα Θεὸν, μονονουχὶ καὶ ἰδίᾳ χειρὶ παραδέδωκεν ἑκὼν τῆ τῶν ἐθνῶν ἀγριότητι τὸ ἴδιον σπέρμα, καὶ παρέστησεν εἰς ἀπαγωγὴν καὶ αἰχμαλωσίαν. τοῦτο γάρ ἐστι τὸ εἰς θήραν, καὶ μὴν καὶ εἰς ἀποκέντησιν, ὅ ἐστι εἰς σφαγὴν· οὕς μὲν γὰρ ἀνεῖλον οἱ Βαβυλώνιοι τῶν ἐξ Ἰσραήλ· οὕς δὲ ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν.