Ancient Greek · ~2 min
49 to 50
Cyrillus Theol., In XII Prophetas 49-4-50
Not analysed yet
Οταν τοίνυν πλημμελῶμεν ἡμεῖς, ἑαυτοὺς μᾶλλον αἰτιασόμεθα σόμεθα φρονοῦντες ὀρθῶς, καὶ οὐχὶ τὴν θείαν ὀργήν. καταπεφρονήκαμεν γὰρ τοῦ πρέποντος, καὶ ῥᾴθυμοι γε. γενήμεθα περὶ τὸ ἁνδάνον τῷ Θεῷ. κολάζεσθαι δὲ ἀνάγκη τὸν ὑβριστὴν καὶ ἐξήνιον, καὶ μονονουχὶ λέγοντα τῷ πάν- τῶν Δεσπότη, “Ἀπόστα ἀπ’ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι.” Δὸς αὐτοῖς κύριε· τί δώσεις αὐτοῖς ; δὸς αὐτοῖς μήτραν ἀτεκνοῦ- ὄα καὶ μασθαύς ξηρούς.