Ancient Greek · ~8 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 48-5
Not analysed yet
Ἀπαριθμεῖται χρησίμως τὰς εὐδοκιμήσεις τοῦ Ἰακὼβ ,εἰς ἐλέγχου δύναμιν παρατιθεὶς αὐτὰς τῶν ἕτερα ἅττα φρονεῖν τε καὶ δρᾶν ἡ ῥῆ μένων· ἀεὶ γάρ πὼς ἀντιπαραθέσει τοῦ ἀγαθοῦ, τὸ φαῦλον ἐλέγχεται, καὶ τῆ παραδείξει τῶν ἐπαινουμένων, τὸ μὴ οὕτως ἔχον κατηγορεῖσθαι φιλεῖ. ὅτι τοίνυν καὶ ἐξ αὐτῶν σπαργάνων εὐφυὴς γέγονεν Ἰακὼβ, μᾶλλον δὲ καὶ πρὸ ὠδῖνος, πειρᾶται δεικνύειν διὰ τοῦ πτερνίσαι τὸν ἀδελφὸν ἐν τῇ κοιλίᾳ. εἰ γὰρ καὶ θείας δυνάμεως ἐνέργημα τὸ δρώμενον ἦν· οὐ γάρ που τὸ βρέφος τὸ ἐν ἐμβρύῳ καὶ μήτρᾳ πτερνίσαι φαμὲν ἐξ ἑαυτοῦ τὸν Ἡσαὺ· ἀλλ’ οὖν κατὰ πρόγνωσιν ὡς ἐσομένῳ χρηστῷ, τὴν τοῦ γεγονότος κατόρθωσιν ἐνετίθει Θεός. οὕτω καὶ ἔφασκε “Tὸν Ἰσκὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα.” τοῦτο δὲ ἦν κατ’ ἐκλογὴν χάριτος, ἑλομένου Θεοῦ τὸν ἀμείνω που πάντως ἐσόμενον, ὡς ἐν προγνώσει δὴ πάλιν. ἀλλὰ ταυτὶ μὲν ἐν μήτρᾳ. ἐπειδὴ δὲ προῆλθεν εἰς ἥβην, μᾶλλον δὲ καὶ ἐν ἀνδράσιν ἐτέλει λοιπὸν, Ἐν κόποις αὐτοῦ ἐνίσχυσε πρὸς Θεόν. Θεοῦ γὰρ πέμποντος οἰκονομικῶς εἰς ἱδρῶτας καὶ πόνους, οὐκ ἠσθένησε, φησίν. ἢ γὰρ οὐχ ἱδρὼς, τὸ τῆς πατρῴας μὲν ἀπαίρειν ἑστίας, ἀφικνεῖσθαι δὲ πρὸς λαβὰν, καὶ ἀνασχέσθαι θητείας, καὶ τοὺς ἐπὶ τῷ ποιμαίνειν ἀνατλῆναι πόνους; καὶ πῶς ἢ τίνι τοῦτο ἀμφίβολον; οὐκοῦν ἐν πόνοις ἐνίσχυσε πρὸς Θεόν. οὐχ ὡς Θεῷ μαχόμενος, ὑπακούων δὲ μᾶλλον, καὶ οἱονεὶ περιγιγνόμενος μένος διὰ τοῦ πληροῦν τὰ κεκελευσμένα. ἐξὸν γὰρ ἀνιδρωτὶ πλουτεῖν, καὶ εὐημερεῖν οἴκοι μένοντα τὸν Ἰακὼβ, οὐκ ἀγύμναστον ἠφίει Θεός· ἐπὶ προφάσει δὲ μᾶλλον τῶν ἐξ Ἡσαῦ δειμάτων ἐπ’ ἀλλοδαπὴν ἰόντα χώραν τε καὶ πόλιν, δύσοιστον ὑπενεγκεῖν παρεσκεύαζε πόνον, ἵνα καὶ ἐν αὐταῖς ταῖς θλίψεσι τῆς εἰς Θεὸν ἀγάπης τετηρηκὼς τὸ γνήσιον, εἰκότως θαυμάζοιτο. οὐκοῦν ἐνίσχυσεν ἐν πόνοις αὐτοῦ πρὸς τὸν Θεόν. ἀλλ’ ἐνίσχυσε καὶ μετὰ ἀγγέλου φησὶ καὶ ἠδυνάσθη. πεπάλαικε γὰρ ἄγ- γελος πρὸς αὐτὸν ὡς ἐν εἴδει Θεοῦ. τότε καὶ ἐνάρκησεν ὁ μηρὸς αὐτοῦ. πλὴν ὁ θεσπέσιος Ἰακὼβ πλείστην ὅσην ὡμολόγει τῇ πάλῃ τὴν χάριν. ἔφη γάρ Ὃτι εἶδον Θεὸν “πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.”