Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 49-5
Not analysed yet
Τὸ μὲν οὖν ἐπὶ Χριστῷ μυστήριον διὰ τῆς πρὸς τὸν ἄγγελον προανεδείκνυτο πάλης. ἔμελλον γὰρ οἱ ἐξ Ἰακὼβ ἀνταγωνίζεσθαι τῷ Χριστῷ, ὃν “Μεγάλης βουλῆς ἄγγελον ὁ τῶν προφητῶν ὠνόμασε λόγος· καὶ οἱ μὲν ναρκήσειν, τὴν παρ’ αὐτοῦ λύτρωσιν οὐ προσηκάμενοι· οἱ δὲ καὶ ὁμολογεῖν, ὅτι τεθέανται δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ πρόσωπον πρὸς προσωπον τὸν ἕνα τε καὶ φύσει, καὶ ἀληθῶς Θεόν. ἐν ἑαυτῷ γὰρ ἡμῖν ὑπέδειξε τὸν Πατέρα λέγων ὁ Ἐμμανουήλ “Ὁ “ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.” οὐκοῦν προανετύπου τὸ μυστήριον ῥίον ὁ τῆς ἀθλήσεως τρόπος. πλὴν εἰς κατόρθωμα τῷ Ἰακὼβ καταγράφει Θεὸς τὸ γεγενημένον.