Ancient Greek · ~4 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 48-7
Not analysed yet
Tὴν ἀκρίδα καὶ τὸν βροῦχον, εἰ δὴ φέροιντο κατὰ χωρῶν καὶ πόλεων, οὐδὲν ἐν μείοσιν ἔσεσθαί φησιν ἵππου τῆς μαχιμωτάτης· κατασκιρτήσει γὰρ οὕτω τῆς γῆς, ὡς τάχα που καὶ ἁρμάτων ἀπομιμήσασθαι κτύπον. ἁπάσαις τε γὰρ ἐπιθρώσκουσι κορυφαῖς ὀρέων, καθίπτανται δὲ καὶ βουνοῦ παντὸς, καὶ οἷον φλογὸς ἠχὴν ἀποτελοῦσιν καταπιμπράσης αλάμην. φασὶ γὰρ οὐ δίχα κτύπου πράττεσθαι παρ’ αὐτῶν τῶν ἐν ἀγροῖς τὴν κατάβρωσιν, ἠχὼ δέ τινα τῶν ὀδόντων ἀποτελεῖσθαι βληχηρὰν καὶ κακόφωνον, περιθραυομένων αὐταῖς τῶν ἐμπεπτωκότων, ὡς ἀνέμου φλόγα διαρριπίζοντος. ὄχλῳ δὲ δὴ πάλιν πολεμίων αὐτὴν παρεικάζεσθαι, τὸ ἀπεικὸς οὐδέν· ἄττει γὰρ κατὰ πληθὺν, καὶ ὀλίγα παραχωρεῖ τοῖς ἀνδριζομένοις ἐν μάχη. βορὸν γὰρ τὸ χρῆμα καὶ διὰ πληθὺν ἀμέτρητον οὐκ εὐκαταγώνιστον, μᾶλλον δὲ καὶ δυσάντητον. ὁ αὐτὸς δ’ ἂν γένοιτο καὶ περὶ τῶν Ἀσσυρίων λόγος· εἰ δὲ βούλοιτό τις καὶ περὶ αὐτῆς που τάχα τῆς Ῥωμαίων ἐκστρατείας, οἳ δίκην ἀκρίδων κατεδηδόκασιν τὸν Ἰσραὴλ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν χριστὸν ἀνοσίως πεπλημμεληκότα, οὐδ’ οὕτω κακῶς.