Ancient Greek · ~5 min
49 to 59
Cyrillus Theol., In XII Prophetas 49-7-59
Not analysed yet
Ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαώ. Xρῆμα γὰρ, ὡς ἔφην, ἄμαχον παντελῶς καὶ δυσκαταγώνιστον ἀνθρώποις βρούχου καὶ ἀκρίδος ἐμβολή. Πᾶν πρόκωπον ὡς πρόσκαυμα χύτρας. Ἀληθὲς γὰρ, ὅτι δείμασί τε καὶ λύπαις ταῖς ἀφορήτοις ἔσθ’ ὅτε καὶ ἡ τῶν προσώπων ἄνθη μαραίνεται καὶ καταμελαίνεταί πὼς εἰς τὸ ἀκαλλὲς τοῖς ἐκ νοῦ θορύβοις μονονουχὶ μεταχρωννυμένη. Ὡς μαχηταὶ δραμοῦντα, καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐμ τά τείχη. Kαταθέουσαι γὰρ ἐν ἴσῳ τε τοῖς μαχιμωτάτοις, ὄκνου τε ἀμείνους ὑπάρχουσαι καὶ δειμάτων, καὶ αὐτῶν ὑπεραρθήσονται τῶν τυχῶν, θρασεῖαν ὥσπερ τινὰ μελετῶσαι τὴν ἐμβολήν. Kαὶ ἕκαστος ἐὺ τῇ ὁδῷ αὐτοῦ πορεύσεται, κω οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτῶ, καὶ ἕκαστος ἀπὸ του ἀδελφοῦ αὐτοῦ οὐκ ἀφέξεται. Αβασίλευτον μὲν ἡ ἀκρὶς, ἐκστρατεύει γεμὴν ἀφ’ ἑνὸς κελεύσματος εὐτάκτως. φασὶ δὲ αὐτὰς στοιχηδὸν ἰέναι, καὶ ὡς ἐν τάξει διίπτασθαι, καὶ ἥκιστα μὲν ἀπονοσφίζεσθαι, περιέπειν δὲ οὕτως ἀλλήλας, ὡσανεὶ καὶ ἀδελφοὶ, φύσεως αὐτῆς βραβευούσης τὸ φιλάλληλον. Καταβαρυνόμενοι ἐι τοῖς ὅπλοις αὐτῶ πορεύσονται. Ὅπλα δὲ οἶμαί που τοὺς ὀδόντας φησὶ, δι’ ὧν αὐταῖς ὁ πόλεμος, καὶ τὰ ὡς ἐν μάχη κατορθώματα, δαπανωμένης μὲν πόας, ληίου δὲ πίπτοντος, καὶ φυτῶν αὐαινομένων. Kαὶ ἐν τοῖς βέλεσιν αὐτῶι πεσοῦνται, κω οὐ μὴ συντελέσωσιν.