Ancient Greek · ~4 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 5-13
Not analysed yet
Απογευσάμενοί φησι τῶν ἐκ τοῦ πολέμου κακῶν, καὶ τοῖς ἤδη συμβεβηκόσιν οὐ μετρίως ἐπηλγηκότες, ἐπηγγέλεσθε μισεῖν τὰ πονηρὰ, καὶ ἀγαπᾶν τὸ καλόν· ἀλλὰ βραχὺ καὶ μόλις τῶν ἐκεῖθεν δειμάτων ἀπηλλαγμένοι, πρὸς τὸ ῥᾴθυμον ἀπεκλίνατε, καὶ οὐδὲν ἧττον ἀπηρτημένοι τῶν ἀρχαίων ἐφαίνεσθε κακῶν. ταύτῃτοι λοιπὸν θρήνου καὶ οἰμωγῆς ἀνάμεστοι μὲν αἱ πόλεις, κομμοὶ δὲ καὶ δάκρυον πανταχοῦ, καὶ ζήτησις ἔσται τῶν εἰδότων κατολοφύρεσθαι. καὶ οὐκ ἀρκούντων ὑμῖν εἰς τοῦτο τῶν ἀστικῶν, παραληφθήσεται καὶ γεωργὸς, ὥστε κἂν ἀγροικικὸν ὑμῖν ἐπηχῆσαι μέλος, καὶ τοῖς ἐπιχωρίοις ῥυθμοῖς τὰς τῶν πεπτωκότων ὀδύρασθαι συμφοράς. διελεύσομαι γὰρ διὰ μέσου σου, φησὶν, ἐφορῶν ἤδη πὼς τὰς ἁμαρτίας, καὶ οὐ πόρρω καθεστηκὼς ἔτι τῶν ἀφόρητα δεδυσσεβηκότων. ἕως μὲν γὰρ οὔπω παιδεύει Θεὸς, δοκεῖ πὼς οὐδὲ ἐφεστάναι· τὰ δὲ ἐξ ὀργῆς ἐπάγων, μονονουχὶ καὶ πάρεστιν, καὶ ἐπιρρίπτει τὰς δίκας. οὕτω καὶ Σοδόμοις ἐπεφοίτησαν ἄγγελοι κατεμπρήσοντες τοὺς ἠσεβηκότας, ὡς ἐν τῷ μὴ κολάζειν ἀφεστηκότες. οὐκοῦν τὸ διελεύσομαι διὰ μέσου σου, σημαίνει τὴν ἐπίσκεψιν, καὶ τὸν τοῦ κολάζεσθαι δεῖν ἐφεστηκότα καιρόν.