Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 50
Not analysed yet
Ἡμέραν δὴ πάλιν ἐν τούτοις τὸν τῇ κλήσει πρέποντα κατονομάζει καιρὸν· τοῦτο γὰρ ἔθος τῇ θεοπνεύστῳ γραφῇ. ὅτι τοίνυν ἐν μεθέξει καὶ ἀφθονίᾳ παντὸς ἀγαθοῦ, καὶ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ χαρισμάτων καὶ αὐτὸς ἔσται κατὰ καιροὺς ὁ Ἰσραὴλ, τῇ εἰς Χριστὸν πίστει λελαμπρυσμένος, αἰνιγματωδῶς ὑποφαίνει. ὑετῶν γὰρ ἀφθονίαν ἔσεσθαί φησιν, αὐτοῦ κατανεύοντος· τοῦτο γὰρ οἶμαί ἐστι τὸ ἐπακούσομαι τῷ οὐρανῷ· καὶ μὴν καὶ ἐν γῇ κάτω, τοὺς ὅτι μάλιστα χρειωδεστάτους καὶ ἀναγκαίους ἡμῖν ἐκδοθήσεσθαι καρπούς. Θεοῦ γὰρ δίχα καὶ βουλῆς τῆς ἄνωθεν, οὔτ᾿ ἂν αὐτὸς ὕοι ποτε τοῖς ἐπὶ γῆς ὁ οὐρανὸς, οὔτ᾿ ἂν ἡ γῆ τὸν οἰκεῖον κατὰ καιροὺς ἀναφύοι καρπόν. καὶ τοῦτο εἰδὼς ὁ προφήτης Ἱερεμίας, ἐλιπάρει λέγων “Μὴ ἔστιν ἐν εἰδώλοις “τῶν ἐθνῶν ὑετίζων; καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν “αὐτοῦ, οὐχὶ σὺ εἶ ὁ Θεός; καὶ ὑπομενοῦμέν σε, ὅτι σὺ “ἐποίησας ταῦτα πάντα.” κατανεύοντος γὰρ, ὡς ἔφην, τοῦ δημιουργοῦ, καὶ ἁπλοῦντος τὴν χεῖρα τοῖς ἐπὶ τῆς γῆς, ὑετοῦ μὲν ἔσται δοτὴρ ὁ οὐρανὸς, καρπῶν δὲ τῶν ἀναγκαίων μητὴνρ ὁμοῦ καὶ τροφὸς ἡ γῆ. Ἐπακούσομαι τοίνυν φηςὶ τῷ οὐρανῷ, ἀντὶ τοῦ, κατανεύσω καθεῖναι τοῖς ἐπὶ τῆς γῆς ὑετούς· οὗ δὴ γεγονότος, ἐπακούσεται καὶ αὐτὴ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, τουτέστιν, ἀμφιλαφῆ τοῖς οἰκοῦσιν αὐτὴν ἐκδώσει καρπὸν, οὐδενὸς ἐκλελοιπότος τῶν ὅσα ἐστὶν ἀναγκαῖα καὶ ζωαρκῆ.