Ancient Greek · ~11 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 51
Not analysed yet
Ἀλλὰ ταυτὶ μὲν ἱετορικῶς· ἀπὸ δέ γε τῶν σωματικῶν, ὡς ἐξ εἰκόνος ἐναργεστάτης ἀναφοιτᾶν ἀναγκαῖον ἐπὶ τὰ πνευματικά. ἕως μὲν γὰρ ἦν ἐξήνιος ἔτι καὶ ἀπειθὴς καὶ θεομάχος ὁ Ἰσραὴλ, ὁ ἀμπελὼν Κυρίου Σαβαὼθ, “τὸ “νεόφυτον τὸ ἠγαπημένον,” ἐνετέλλετο ταῖς νεφέλαις ὁ Θεὸς τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. νεφέλας δὲ νοητέον τὰς ἁγίας κα]λογικὰς δυνάμεις, τὰς ἄνωθεν καὶ ἐξ οὐρανῶν, δι᾿ ὧν ἂν γένοιτο πρὸς ἡμᾶς ὁ τῆς παρακλήσεως λόγος, δῆλον δὲ ὅτι παρὰ Θεοῦ. πνεύματα γάρ εἰσι λειτουργικὰ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, ἄνω τε καὶ κάτω διαθέοντα, καὶ “ἀποστελλόμενα πρὸς διακονίαν, διὰ τοὺς “μέλλοντας κληρονομεῖν σωτηρίαν.” ἐπειδὴ δὲ παρῴχηκεν ὁ τῆς δίκης καιρὸς, σέσωσται διὰ πίστεως ὁ πάλαι κυριοκτόνος, κτόνος, παρεδέχθη λοιπὸν ἐν δικαιοςύνῃ καὶ ἐν κρίματι καὶ ἐν ἐλέῳ καὶ οἰκτιρμοῖς, καθῆκεν αὐτῷ τὰς ἄνωθεν εὐλογίας ὁ πάντα πᾶσι πλουσίως διανέμων Θεός. ἐνετείλατο γὰρ ταῖς νεφέλαις καθεῖναι τὸν ὑετὸν, τὴν εἰς νοῦν καὶ καρδίαν παράκλησίν φημι. πλὴν ὅτι καὶ αὐτὴ τῶν ἀγγέλων ἡ φύσις οὐδὲν μὲν ἴδιον ἔχει, πλουτεῖ δὲ πάντα παρὰ Θεοῦ, δεδίδαχεν εἰπών ἐπακούσομαι τῷ οὐρανῷ, τουτέστι, πλήρη τῶν παρ᾿ ἐμοῦ ποιήσω τὸν οὐρανὸν, ἤτοι τοὺς ὄντας ἐν οὐρανῷ, λογικὰς δηλονότι καὶ ἁγίας δυνάμεις, ὥστε δύνασθαι καὶ αὐτὰς παρακαλεῖν τοὺς ἠλεημένους, καὶ τότε δὴ πάντως ἐπακούσεται ἡ γῆ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον· ἀντὶ τοῦ, καρτοφορήσουσιν οἱ ἐπὶ τῆς γῆς ἐλπίδα τὴν ἐπὶ ζωῇ καὶ εὐφροςύνῃ καὶ ἰλαρότητι. καὶ ζωῆς μὲν τύπος ὁ σῖτος, οἶνος γεμὴν εὐφροςύνης, ἱλαρότητος δὲ καὶ εὐεξίας τὸ ἔλαιον· ἔνεστι γὰρ δὴ τοῖς πεπιστευκόσιν ἐλπὶς ἀγαθὴ, βεβαία τε καὶ ἐρηρεισμένη. καὶ ἀποφοιτᾷ μέν τις τῆς φαυλότητος, ἐφίεται δὲ παντὸς ἀγαθοῦ, καὶ τοῖς τοῦ Σωτῆρος ζυγοῖς ὑποφέρει τὸν αὐχένα, καλῇ καὶ ἀναμφιβόλῳ καὶ ἀληθεῖ δὴ πάντως ἐλπίδι τρεφόμενος τῆς εἰς τὸ μέλλον ζωῆς, καὶ ἵνα τοῖς ἄλλοις ἁγίοις ἀναμὶξ εὐφραίνηται, καὶ ἱλαρωτάτην ἔχῃ τὴν καρδίαν. ἔφη γάρ που περὶ τῶν ἁγίων ὁ προφήτης Ἡσαΐας, ὅτι “Καὶ “εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ κεφαλῆς “αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροςύνη καταλήψεται “αὐτοὺς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.” οὐκοῦν ἐν ἐλπίδι ζωῆς τε καὶ ἱλαρότητος, καὶ μέντοι καὶ εὐφροςύνης, ταῖς ἄνωθεν παρακλήσεσιν, ἤτοι τοῖς νοητοῖς ὑετοῖς ὑπακούσεται πάντως ἡ γῆ, τουτέστιν, οἱ τὴν γῆν οἰκοῦντες ἄνθρωποι. ὅτι δὲ καὶ εἰς δόξαν ἔσται Χριστοῦ τῆς τῶν ἁγίων ζωῆς ὁ καρπός· “Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες “μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι “καὶ ἐγερθέντι·” διαμεμήνυκεν εἰπών καὶ αὐτὰ ἐπακούσεται τῷ Ἰεσράελ· αὐτῷ γὰρ, ὡς ἔφην, καρποφορήσομεν, αὐτῷ τὴν ἰδίαν ἐποφείλοντες ζωήν. εἴρηται δὲ πλειστάκις, ὅτι τὸ Ἰεσράελ ἑρμηνεύεται σπορὰ Θεοῦ, καὶ τοῦτό ἐστιν ὁ Υἱὸς, ὡς ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν καὶ ἀποῤῥήτως γεγεννημένος, κἂν εἰ λαλοῖτο τὸ πρᾶγμα σωματικῶς.