Ancient Greek · ~11 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 51-5
Not analysed yet
Ἑτέρων διαμέμνηται πάλιν ἱστοριῶν, λαμπρὸν καὶ ἐν δόκιμον πανταχόθεν ἡμῖν ἀποφαίνων τὸν Ἰακώβ. γέγραπται τοίνυν ἐν τῇ Γενέσει, ὅτι Σικιμίτας μὲν ὠμῶς τε καὶ ἀπανθρώπως ἀπεκτόνασιν οἱ ἐξ Ἰακὼβ Λευΐ τε καὶ Συμεὼν, ἀνακαιόμενοι πρὸς ὀργὰς ἐπὶ Δίνᾳ τῆ ἀδελφῇ, ἢν διεπαρθένευσεν Ἐμμὼρ ὁ Συχὲμ υἱός. εἶτα περιδεὴς ἐντεῦθεν ὁ μακάριος ἦν Ἰακώβ· καὶ αὐτίκα δὴ μάλα συνδιολεῖσθαι τοῖς τέκνοις, καὶ τοῖς κατ’ οἶκον ἅπασι προσδοκῶν, ἐπετίμα τοῖς ἐκεῖνα δεδρακόσιν, οὕτω τε ἔφη “Μισητόν με πεποιήκατε, “ὥστε πονηρόν με εἶναι τοῖς κατοικοῦσι τὴν γῆν, ἐν τε τοῖς “Χαναναίοις καὶ τοῖς Φερεζαίοις· ἐγὼ δὲ ὀλιγοστός εἰμι “ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ’ ἐμὲ συγκόψουσί με, καὶ “ἐκτριβήσομαι ἐγὼ καὶ ὁ οἶκός μου. καὶ κατέληγον μὲν οὐδαμῶς τοῦ θράσους οἱ νεανίαι, προσυπήντων γὰρ λέκλοντες “Ἀλλ᾿ ὡσεὶ πόρνη χρήσονται τῇ ἀδελφῇ ἡμῶν; ἐπειδὴ δὲ, ὡς ἔφην, περιδεὴς ἦν ἄγαν ὁ δίκαιος, προσέπιπτε πάλιν τῷ διασώζοντι Θεῷ. εἶτα τῶν δειμάτων αὐτὸν ἀπαλλάττειν ὑπισχνεῖτο, καὶ οὐκ εἰς μακρὰν, οὕτω λέγων ὁ φιλοδίκαιος Θεός “Ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει “ἐκεῖ, καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι “σοι ἐν τῷ σε ἀποδιδράσκειν ἀπὸ προσώπου Ἡασῦ τοῦ “ἀδελφοῦ σου.” εἶτα, μέλλων ἀναβαίνειν εἰς Βαιθὴλ ὁ μακάριος Ἰακὼβ, καὶ εἰς τὸν θεῖον οἶκον ἐλθεῖν· ἑρμηνεύεται γὰρ ἡ Βαιθὴλ, εἰς οἶκον Θεοῦ· προσεφώνει παντὶ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσι τοῖς μετ’ αὐτοῦ “Ἄρατε τοὺς θεοὺς τοὺς “ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε, καὶ ἀλλά- “ξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς “Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ “ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ’ ἐμοῦ καὶ “διέσωσέ με ἐν τῇ ὁδῷ ἧ ἐπορεύθην. καὶ ἔδωκαν τῷ Ἰακὼβ “τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐ- “τῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὦσιν αὐτῶν, καὶ κατέκρυψεν “αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις, καὶ ἀπώ- “λεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας. οὗ δὴ γεγονότος, ἐν καλῷ τῆς ἐλπίδος ἦν ὁ θεσπέσιος Ἰακώβ. ἀπηλλάττετο γὰρ εἰσάπαν τῆς Σικιμιτῶν ὑποψίας, Θεοῦ κατευνάζοντος ἰδίᾳ δυνάμει τοὺς τὴν ἐπ’ αὐτῷ μάχην ὠδίνοντας. ἔφη γὰρ τὸ γράμμα τὸ ἱερὸν ἐφεξῆς “Καὶ ἐγένετο φόβος Κυρίου “ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω “τῶν υἱῶν Ἰαραὴλ.” ἐπειδὴ δὲ ἐγήγερτο θυσιαστήριον ἐν Λουζὰ, ἥ ἐστι Βαιθήλ “Ωφθη, φησὶν, ὁ Θεὸς τῷ Ἰακὼβ, “καὶ ηὐλόγησεν αὐτὸν, καὶ εἶπεν Ἐγὼ ὁ Θεός σου, αὐξάνου “καὶ πληθύνου· ἔθνη, καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, “καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται, καὶ τὴν “γῆν, ἢν ἔδωκα Ἁβραὰμ καὶ Ἰσαὰκ, σοὶ δέδωκα αὐτήν· “καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην. τούτων ἡμῖν διαμέμνηται τῶν ἱστοριῶν εἰς τὸ παρὸν χρησμῴδημα τὸ προφητικόν.