Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 52-5
Not analysed yet
Οὐκοῦν ἦν μὲν ἐκ μήτρας πτερνιστὴς Ἰακώβ, ὑμεῖς δὲ ἀεὶ πτερνίζεσθε, καὶ οὐ πτερνίζετε μᾶλλον τὴν ἁμαρτίαν. καὶ φιλοπονώτατος μὲν ἐκεῖνος, καὶ ἐν ἱδρῶσιν εὐδόκιμος καὶ γνήσιος πρὸς Θεόν· ὑμεῖς δὲ τρυφῶντες ταῖς ἀποστασίαις ὑβρίζετε, τὸν ἁπάσης ὑμῖν εὐθυμίας οὐ τετιμήκατε χορηγόν. ἔκλαυσαν οἱ πατέρες ὑμῶν καὶ ἐδεήθησάν μου, φησίν. εἰ γάρ που γεγόνασιν ἐν ὑποψίαις τοῦ παθεῖν τὰ παρὰ τῆς τινῶν ἐπιβουλῆς, ἔκλαιον καὶ ἐδέοντό μου. δι’ ἐμοῦ γὰρ καὶ μόνου σώζεσθαι προσεδόκων· ὑμεῖς δὲ πόλεις τειχίζετε, οἴεσθέ τε ὅτι, κἂν εἰ μὴ θέλοιμι, τάχα που σωθήσεσθε, καὶ κρατήσετε τῶν ἀνθεστηκότων. κἀκεῖνοι μὲν ἐν ἐν οἴκῳ μου εὓροσάν με. ἀνέβη γὰρ, ὡς ἔφην, εἰς Βαιθὴλ ὁ Ἰακὼβ, ἐπεφάνη τε Θεὸς αὐτῷ καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτὸν ἡ τῆς εὐλογίας ὑπόσχεσις, καθάπερ ἐδείξαμεν ἀρτίως· ὑμεῖς δὲ δὴ πάλιν οὐ ζητεῖτε Θεὸν ἐν τῷ οἴκῳ αὐτοῦ, εἰστρέχετε δὲ μᾶλλον, καὶ σφόδρα προθύμως ἐν τοῖς τεμένεσι τοῦ Βάαλ· ἐξαιτεῖτε λόγους οὐ παρὰ Θεοῦ, ἀλλὰ τὰ ἐκ τῶν δαιμόνων μαντεύματα. καὶ ὁ μὲν θεσπέσιος Ἰακὼβ ἀναβαίνων εἰς Βαιθὴλ, τουτέστιν εἰς οἶκον Θεοῦ, κατηφάνισε τὰ εἴδωλα, ὑμεῖς δὲ τὸ ἐναντίον ἐν οἴκῳ Θεοῦ θεὸν ἐστήσατε γλυπτόν· ἔστησαν γὰρ εἰς Βαιθὴλ τὴν δάμαλιν τὴν χρυσῆν, καίτοι τῆς Βαιθὴλ ἑρμηνευομένης, ὡς εἶπον, οἶκος Θεοῦ. διὰ τοῦτο καὶ διὰ φωνῆς Ἱερεμίου φησὶν ὁ Θεὸς περὶ τῆς Ἰουδαίων Συναγωγῆς “Τί ἡ ἠγαπη- “μένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα;” τουτέστιν εἴδωλον. καὶ ὁ μὲν θεσπέσιος Ἰακὼβ καὶ εἰς οἶκον ἀναβαίνουσι Θεοῦ καθαρίζεσθαί τε καὶ αὐτὰς δὲ τὰς στολὰς μεταμείβειν ἐκέλευσεν, ὑμεῖς δὲ ὁρᾶσθε βέβηλοι καὶ ἀκάθαρτοι, καὶ ἀνίπτοις ἰόντες ποσὶν εἰς τὸν θεῖον οἶκον οὐκ ἐρυθριᾶτε, φησίν. ἐπειδὴ δὲ ἦν τοιοῦτος ὁ Ἰακὼβ, ταύτῃτοι καὶ Κύριος Παντοκράτωρ ἔσται μνημόσυνον αὐτῷ. σώζεται γὰρ ἐν μνήμαις Θεοῦ, ἔχει τε ἀειθαλῆ τὴν εὔκλειαν. δοξάζει γὰρ ὁ Θεὸς τοὺς ἀγαπῶντας αὐτόν.