Ancient Greek · ~8 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 51-8
Not analysed yet
Οἱ μακάριοι προφῆται τὰ κακὰ τὰ κατά τινων ἐσόμενα προαναμανθάνοντες, εἶτα δειμάτων ἐντεῦθεν ἀναπιμπλάμενοι καὶ ὑπεραλγοῦντες ὡς ἀδελφῶν, θερμοτέρας ἔσθ’ ὅτε ποιοῦνται τὰς ἐπιπλήξεις, μονονουχὶ δάκνοντες ἐξ ἀγάπης, καὶ διανιστάντες εἰς νῆψιν τῇ προαγορεύσει τῶν ὅσον οὐδέπω συμβησομένων. τοιοῦτόν τι καὶ νῦν ὁ Προφήτης ἐπιτελεῖ, λέγων μὲν ὡς ἐξ ἰδίου προσώπου, πλὴν οὐχὶ τὰ ἀπὸ γνώμης ἰδίας, ἀλλ’ ὡς ἐκ θείων χρησμῳδημάτων. ταύτῃτοί φησιν Ἀκούσατε τὸν λόγον κυροῦ τοῦτον ὂν ἐγὼ λαμβάνω ἐφ’ ὑμᾶς θρῆνον. λελάληκε μὲν γὰρ ἐν ἐμοὶ, φησὶν, ὁ τῶν ὅλων Θεὸς, συντέθειται δέ μοι θρῆνος ἐφ’ ὑμᾶς τοὺς ἀποφοιτῶντας αὐτοῦ. καὶ τί δὴ ἄρα τὸ γοερόν ἐστι μέλος; τί τὸ θρήνημα; καὶ ἐφ’ ὅτῳπερ ἃν γένοιτο παρ’ ἐμοῦ τὸ δάκρυον; δεινὴ καὶ ἀνουθέτητος ἡ συμφορά. οἶκος Ἰσραὴλ ἔπεσε. συνειστήκει μὲν γὰρ, τιμωμένου τε καὶ ἀγαπωμένου Θεοῦ, καταπέπτωκε δὲ νυνὶ, ταῖς τῶν πλανωμένων ἀπονοίαις παρωτρυμμένου. εἶτα τίς ὁ ἐγερῶν τὸν τοῖς θείοις νεύμασι καταπίπτοντα ; ἔσφαλεν ἡ παρθένος, ἀντὶ τοῦ πεπόρνευκε. ποία δὲ αὕτη ; πάντως που πάλιν ὁ Ἰσραὴλ, ἤγουν ἢ τῶν Ἰουδαίων Συναγωγὴ, πρὸς ἢν εἴρηται παρὰ Θεοῦ "οὐχ ὡς οἶκόν “με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου ; οὐκοῦν ἡ τῆς παρθενίας ἀρχηγὸν λαχοῦσα Θεὸν, ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, τουτέστι, πεπόρνευκε καὶ ἀπροφάσιστον ἔχει τὴν ἁμαρτίαν. πεπόρνευκε μὲν γὰρ ἐν Αἰγύπτῳ ποτέ· ἀλλ’ ἦν ἐν γῇ οὐκ ἰδίᾳ, καὶ τοῖς τῶν κρατούντων ὑπέστρωτο νόμοις, τάχα που καὶ ἀβουλήτως εἰς τὰ ἐκείνων ἔθη κατεβιάζετο τῆς προγονικῆς εὐσεβείας ὡς ἐξ ἀνάγκης ἐξωθουμένη· νυνὶ δὲ μαχλὰς κατωθοῦντος οὐδενός· ἔστι γὰρ ἐπὶ τῆς ἰδίας, ἔνθα νόμος ὁ παιδαγωγὸς, ἀποκομίζων αὐτὴν εἰς ἐπίγνωσιν τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ, ἀνειμένη δὲ καὶ ἐλευθέρα καὶ ἀνεπίπληκτος παντελῶς ἡ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ὁδός. τίς οὖν αὐτῇ τῆς ἀπολογίας ἐκπορισθείη λοιπὸν ὁ τρόπος ; πεπόρνευκε γὰρ, οὐ βεβιασμένη· πόθεν ; ἀλλ’ ἑκοῦσα λοιπόν. ταύτῃτοί κατερραγμένη· οὐκ ἔστιν ὁ ἐγερῶν. εἰρήσθω δὴ οὖν εὖ μάλα καὶ πρός γε ἡμῶν αὐτῶν τῷ πάντα ἰσχύοντι Θεῷ "Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστή- "σεταί σοι ἀπὸ τῆς ὀργῆς σου.”