Ancient Greek · ~2 min
52 to 53
Cyrillus Theol., In XII Prophetas 52-8-53
Not analysed yet
Πέπτωκε δὲ καὶ ἑτέρως ἢ τῶν Ἰουδαίων πληθὺς, διὰ τῆς εἰς Χριστὸν παροινίας καταβιαζομένη πρὸς ὄλεθρον, καὶ κεῖται λοιπὸν ἐπαμύνοντος οὐδενὸς, περιμένουσα δὲ πάλιν τὴν τοῦ κατοικτείροντος χάριν, φημὶ δὴ Χριστοῦ. κληθή- σεται γὰρ καὶ αὕτη πρὸς ἐπίγνωσιν διὰ πίστεως ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Διότι τάδε λέγει Κύριος Ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ἑκατόν· κω ἕε ἧς ἐξεπορεύοντο ἑκατὸν, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ἰσραήλ.