Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 52-4
Not analysed yet
Ατεκνουσα δὲ μήτρα καὶ μασθοὶ ξηροὶ πρέποιεν ἃν νοητῶς καὶ τοῖς τῶν φαύλων ἐργάταις, καὶ παντὶ πλανῶντι καὶ ἀποφέροντι τῆς εὐθείας ὁδοῦ τοὺς ὀρθοποδεῖν εἰωθότας, ἐν πίστει δὴ λέγω, “καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν.’’ ουδεν γὰρ αὐτοῖς τικτούσης τῆς διανοίας, οὐ λόγον ψευδῆ, οὐ θεώρημα νόθον, οὐδ’ ἂν ἐκθρέψειαν ἐν πλάνῃ τὰ ἴδια τέκνα, τὰ κατὰ μάθησιν λέγω, καὶ ξηροὺς ἔχουσαι τοὺς μόισθοὺς αἱ τῶν πονηρευομένων ἐκκλησίαι, οὐκ ἂν γένοιντο μητέρες τῶν ηπατημένων. ηπατημένων.