Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 51-4
Not analysed yet
Εἰ δὴ μέλλοιεν, φησὶν, οὐκ εἰδέναι Θεὸν οἱ ἐξ Ἰσραὴλ, ἀποφέρεσθαι δὲ μᾶλλον πρὸς ἀνωφελῆ καὶ ἀνόνητον ἐλπίδα, οἴεσθαί τε ὅτι περιέσονται τῶν ἐχθρῶν διὰ πλῆθος τέκνων, καὶ ὅτι πολὺ παρ’ αὐτοῖς τὸ μάχιμον γένος, ταύτης τε ἕνεκα τῆς αἰτίας οὐκ ἀναγκαῖον αὐτοῖς τὸ παρὰ τῆς σῆς ἐπικουρεῖσθαι ρεῖσθαι χειρὸς, μηδὲ τικτέτωσαν ὅλως αἱ παρ’ αὐτοῖς γυναῖκες. ναῖκες. τοῦτο γὰρ ἡ ἀτεκνοῦσόι μήτρα. κἂν εἰ τέκοιεν δὲ, μὴ ἀνατρεφέτωσαν, τουτέστι, δαπανάσθωσαν πρὸ ὥρας, καὶ πρὶν εἰς ἥβην ἐλθεῖν, πιπτέτω τὸ γένος. περιτεμνομένης γὰρ οὕτω τῆς ἐνούσης αὐτοῖς ἐντεῦθεν ὑπεροψίας, καὶ λοιπὸν ἀνῃρημένης τῆς ἐπὶ τῷ πλήθει τῶν μαχομένων ἐλπίδος, τὴν αἠν ὑποδραμοῦνται φειδὼ, καί σε Σωτῆρα καὶ λυτρωτὴν ἐπιγράψονται. ἐκ φιλοφεΐας δὲ τὰ τοιάδε καὶ νῦν ὁ προφήτης φησίν. ἐν τἀυτῷ δὲ ζητεῖ καὶ τοῦ ἰδίου Δεσπότου τὴν δόξαν, καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ τὴν ὡς ἐξ ἀνάγκης ἐπιστροφὴν, εἰ μὴ προαιρέσεως ἀγαθῆς ἔχουσι τὸ χρῆμα καρπόν.