Ancient Greek
52 to 53
Cyrillus Theol., In XII Prophetas 52-9-53
Not analysed yet
Πάνδεινον οὖν ἄρα τῆς ἀχαριστίας τὸ ἔγκλημα· κολάζεται δέ’ καὶ σφόδρα δικαίως. ὃν γὰρ ἔδει μᾶλλον ταῖς εὐφημίαις ἐξημεροῦν ἔτι, καὶ χαριστηρίοις κατευφραίνειν φωναῖς, παροτρύνειν ἀμαθῶς, πῶς οὐ παντὸς ἡμῖν ἔσται πρόξενον κακοῦ; Οἱ εὐφραινόμενοι ἐπ᾿ οὐδενὶ λόγῳ ἀγαθῷ, οἱ λέγοντες Οὐκ ἐν τῆ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα; διότι ἰδού ἐΓὼ ἐπεγείρω ἐφ᾿ ὑμᾶς οἶκος τοῦ Ἰσραὴλ εθνος, καὶ ἐκθλίψουσιν ὑμᾶς τοῦ μὴ εἰσελθεῖν εἰς Αἰμὰθ καὶ ἕως τοῦ χειμάῤῥου τῶν δυσμῶν.