Ancient Greek · ~5 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 54-8
Not analysed yet
Ἐστρέψατε τοίνυν φησὶ, “κρῖμα εἰς θυμὸν, καρπὸν δὲ “δικαιοσύνης εἰς πικρίαν ὑμεῖς,’’ οἱ μέγα φρονοῦντες ἐφ’ ἑαυτοῖς, καὶ ὑψηλὴν ἀνασπῶντες κατὰ Θεοῦ τὴν ὀφρὺν, οἱ ἐπὶ σαθρῷ καὶ ἀσυνέτῳ χαίροντες λόγῳ. εἰρήκατε γὰρ, οὐκ ἐμὲ γεγενῆσθαι χορηγὸν τῆς ἐνούσης ὑμῖν ἰσχύος, καὶ τοῦ καταθλεῖν δύνασθαι τῶν ἐχθρῶν, ἀλλὰ ταῖς ἑαυτῶν δυνάμεσιν ἀναθέντες τὰ αὐχήματα, τετολμήκατε καὶ εἰπεῖν Οὐκ ἐν ἠ’ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα; ὅμοιον δὲ ἦν ἐκεῖνο λοιπὸν, ἁλῶναι πεφρονηκότας καὶ ἀσυνέτως λέγοντας Αὐτοὶ καταδυναστεύομεν καὶ περιεσόμεθα τῶν ἐχθρῶν, κἂν εἰ μὴ ἕλοιτο, φησὶ, προασπίζειν Θεὸς, ἡμεῖς κεκρατήκαμεν, καὶ τοῖς οὕτω λαμπροῖς κατορθώμασι σεμνύνεσθαι χρὴ, Θεῷ τοπαράπαν νέμοντες οὐδέν. ὑπεροψία δὴ οὖν καὶ ὕβρις κατὰ Θεοῦ, τὸ ἀπόπληκτον οὕτω φρόνημά τε καὶ ῥῆμα. ἀλλ’ ἦν ὅτι μάλιστα σοφὸς ὁ θεσπέσιος Δαυεὶδ, τῷ τῶν ὅλων κατεξουσιάζοντι Θεῶ τὴν δόξαν ἀνατιθεὶς, καὶ λέγων “Ὅτι τὸ καύ- “χημα τῆς δυνάμεως ἀυτῶν εἰ σὺ. καὶ πάλιν “Ἐν σοι τοὺς ἐχθροὺς ἤμων κερατιοῦμεν, καὶ ἐν τῳ ὀνόματί σου “ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν. οὐ γὰρ ἐπὶ τῷ “τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με.” πᾶσα γὰρ ἰσχὺς παρ’ αὐτοῦ, καὶ οὐκ ἃν γένοιτό τι παρ’ ἡμῶν ἀξιάκουστον, μὴ οὐχὶ συνόντος αὐτοῦ καὶ προεστηκότος. “κύριος γὰρ συντρίβει πολέμους,’’ κατὰ τὸ γεγραμμένον.