Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 53-6
Not analysed yet
Ἐγώ φησι δύναμαι κακοῦν, οὓς ἂν ἴδοιμι τῆς εἰς ἐμὲ γνησιότητος περιορῶντας τοὺς τρόπους· νευρῶ δὲ δὴ πάλιν τοὺς οἵπερ ἂν ἕλοιντο κατορθοῦν ἀρετὴν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς εἰδέναι Θεόν. οὔτ’ οὖν ἡ κάκωσις, ἤτοι τὸ ἀσθενῆσαι τὸν Ἰσραὴλ ἐξ ἐκείνων ἦν· οὔτε μὴν ἡ εἴς γε τὸ δύνασθαι μεταδρομὴ δαιμόνων ἂν νοοῖτο δόσις, ἀλλ’ ἔστι θεόσδοτον ἀγαθὸν, καθάπερ ἀμέλει καὶ τὸ ἀσθενεῖν τῶν ἐξ ὀργῆς κινημάτων ἀπότεξις ἦν. σοφῶς οὖν ἄρα, καὶ φιλοθέως ὁ μέγας ἡμῖν ψάλλει Δαυείδ “Ἰσχύς μου “καὶ ὕμνησίς μου ὁ Κύριος.”