Ancient Greek · ~4 min
54 to 57
Cyrillus Theol., In XII Prophetas 54-5-57
Not analysed yet
᾿Εγὼ ὡς ἄρκευθος πυκάζουσα, ἕε ἐμοῦ ὁ καρπός θοῦ εὕρηται. Φύτον μὲν ἡ ἄρκευθος, δασὺ γεμὴν οὕτω καὶ εἰς κόμην ἀμφιλαφὲς, ὡς δοκεῖν εἶναί πὼς χειρόκμητον ὀροφήν, οὔτε ταῖς ἡλίου βολαῖς παραχωροῦσα τὴν διάδυσιν, οὔτε μὴν ταῖς ὑετῶν καταφοραῖς, κἂν εἰ ῥαγδαῖοι τῆς γῆς καταχέοιντό ποτε. ὅτι τοίνυν ὑπὸ Θεῷ γεγονότες ἀνεπιβούλευτον ἕξουσι τὸν ἐπισκιασμὸν, ἤτοι τὴν ἐπικουρίαν, ὑπεμφαίνει λέγων ᾿Ευὼ ὡς αρκευθος πυκαζουσα. Οτι δὲ πᾶσα καρποφορία τῶν ὑπὸ Θεῷ γένοιτ’ ἃν οὐχ ἑτέρως, ἢ ἐν Χριστῷ, καὶ διὰ Χριστοῦ, πληροφορήσει λέγων αὐτὸς ἐν εὐαγγελικοῖς θεσπίσμασι “Χωρὶς ἐμοῦ οὐ “δύνασθε ποιεῖν οὐδέν.’’ λεγέτω δὴ οὖν εἰκότως ἑκάστῳ τῶν πεπιστευκότων, εἴπερ τις εἴη λαμπρός τε καὶ ἀξιάγαστος, καὶ ἐν αὐχήμασιν ἀρετῆς ᾿Εξ ἐμοῦ ὁ καρπός σου ηὔρηται. Τίς σοφὸς καὶ συνήσει ταῦτα ; ἥ συνετὸς καὶ ἐπιγώσεται αὐτά ; διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἑ αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.