Ancient Greek · ~2 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 54-7
Not analysed yet
Διατρανοῖ δὴ λίαν ἐν τούτοις τὸ τίνα πεσεῖται τρόπον. κένανδροι γὰρ, φησὶν, ἀπομενοῦσιν αἱ πόλεις, δαπανῶντος τοῦ πολεμοῦ τοὺς ἐν αὐταῖς, καὶ ἀθλιότητος εἰς τοῦτο μετακομίζοντος, ὡς μόλις αὐταῖς τὴν δεκάτην ἀπομεῖναι μοῖραν. ἐπειδὴ γὰρ αὐτοὶ παροτρύνοντες ἀνενηνόχασι τοῖς ἀκαθάρτοις δαίμοσιν εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα αὐτῶν, καὶ αὐτοὶ μόλις ὡς ἐν μοίρᾳ δεκάτη περιλειφθήσονται, μονονουχὶ ταλαντεύοντος Θεοῦ τὸ πλημμέλημα, καὶ ταῖς δυσσεβείαις αὐτῶν ἀντεπάγοντος τὴν ἰσόρροπον δίκην.