Ancient Greek · ~10 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 55-4
Not analysed yet
Απειλῇ κεκέρασται τῆς χάριτος ἡ ὑπόσχεσις. ἀπειλοῦντος γὰρ μᾶλλον, ἢ ὑπισχνουμένου καθαρῶς εἰς τὸ παρὸν ὁ λόγος· πλὴν ἐξ ἀγάπης ἡ ἀπειλὴ, καὶ καλοῦντος εἰς ὀρθότητα λογισμῶν, καὶ εἰς ἔφεσιν εὐκοσμίας τὸ χρησμῴδημα. ἦν μὲν γάρ φησι σοφὸς καὶ πανάριστος ὁ θεσπέσιος Ἰακὼβ, καὶ γνώμης ἰδίας ἔχων καρπὸν τὸ θεοφιλές. ἁλλ’ οὐκ ἐμιμήσω μὲν τὸν πατέρα. πλὴν ἐπιστρέψεις ἐν Θεῷ σου καὶ σὺ, τουτέστι, κἂν ἐξίτηλος ᾖς καὶ ἀποστάτης καὶ ὑβριστὴς, ἀλλ’ οὖν ἐπανήξεις, καὶ οὐχ ἑκὼν, εἰς τὸ ἑλέσθαι βιοῦν ὀρθῶς. ἐπανήξεις δὲ παιδευόμενος ἐν Θεῷ, τουτέστι, διὰ Θεοῦ. καὶ ἐπειδή σε λογισμὸς οὐ πέπεικεν ἀγαθὸς ἐπ’ ὀρθὴν ἰέναι τρίβον, καὶ ἀγαπῆσαι φρονεῖν ἃ δεῖ, περιγενήσεταί σου πάντη τε καὶ πάντως ἡ μάστιξ, μεταθήσει γοργῶς πρὸς τὴν τοῦ συμφέροντος αἵρεσίν τε καὶ γνῶσιν. ταυτὶ μὲν οὖν ἡμῖν, καθάπερ ὑπολαμβάνω, κατασημήνειεν ἂν εἰκότως τὸ Καὶ σὺ ἐν Θεῷ σου ἐπιστρέψεις, ἀπειλὴν ἔχον, ὡς ἔφην, χρησταῖς ὑποσχέσεσιν εὖ μάλα κεκερασμένην. εἶτα λοιπὸν, ὡς ἤδη μαστιζομένῳ, καὶ ἐν αὐτῷ γεγονότι τῷ πλήττεσθαι, Θεὸς ἐπιφωνεῖ Ἔλεον κ. α) κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διαπαντός. ὥσπερ γὰρ εἴ τις δεσπότης οἰκέτῃ παιδευομένῳ, καὶ ἐν αὐτῷ τῷ μαστίζεσθαι γεγονότι, λέγοι μετὰ φειδοῦς τε ἅμα καὶ ἀγανακτήσεως Σώφρων ἔσο καὶ εὐπειθὴς, καὶ μὴ καταφρόνει δεσποτικῶν ἐνταλμάτων· τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τῶν ὅλων Θεὸς τυπτομένῳ τρόπον τινὰ τῷ Ἐφραΐμ, καὶ ταῖς τοῦ πολέμου ἐκπαιδευομένῳ φησίν Ἔλεον καὶ κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διαπαντός. ὅμοιον ὡς εἰ λέγοι τυχόν ταύτης ἕνεκα τῆς αἰτίας ἴσθι πληττόμενος, ὅτι μὴ ἐφυλάξω μηδὲ τετίμηκας τὰ ἐμοὶ φίλα καὶ ἠγαπημένα. τὸ μὲν οὖν ἔλεος τὴν ἀγάπην δηλοῖ· ἀγάπη δὲ νόμου πλήρωσις, “Τῷ “γὰρ πλησίον κακὸν οὐκ ἐγράζεται,” κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. τὸ δὲ κρῖμα τὴν δικαιοπραγίαν, ἤτοι τὴν δικαιοσύνην, καὶ τὴν τοῦ θείου νεύματος τήρησιν. κρῖμα γὰρ ὁ νόμος ὠνόμασται παρά γε τῆ θεοπνεύστῳ γραφῆ. τὸ δὲ ἐγγίζειν Θεῷ διαπαντὸς ὑπεμφήνειεν ἂν τὴν εἰς αὐτὸν γνησίαν τῆς διανοίας ἔφεσίν τε καὶ ῥοπὴν, καὶ τὸ μὴ προσκεῖσθαι φιλεῖν ἑτέροις τοῖς οὐκ οὖσι θεοῖς, ἢ τῆ κτίσει τυχὸν, ἤγουν ξύλοις τε καὶ λίθοις. ἐγγιεῖ δὲ Θεῷ καὶ πλησίον ἔσται κατὰ διάθεσιν, καὶ ὁ πράξεσιν ἀγαθαῖς ἐμπρέπειν εἰδὼς, καὶ ἀπαράφθορον ἐν ἑαυτῷ τηρήσας τὴν πίστιν. μεσολαβεῖ γὰρ πολλάκις ἢ ἁμαρτία, καὶ διίστησι Θεοῦ. κατὰ τὸν ἄτον δὲ τρόπον ἀποσοβεῖ πάλιν τῆς πρὸς αὐτὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, καὶ τὸ προσκεῖσθαι φωναῖς ἀνοσίων ψευδοδιδασκάλων. παραιτητέον δὴ οὖν τοῖς ἐθέλουσιν ἐγγὺς εἶναι Θεοῦ, τὰ δι’ ὧν ἃν γένοιντο μακράν.