Ancient Greek
53 to 54
Cyrillus Theol., In XII Prophetas 53-5-54
Not analysed yet
Οὐκοῦν· ἐρῶ γάρ τι πάλιν τῶν εἰς ὄνησιν ἀναγκαίων· κατακρινοῦσιν ἡμᾶς τῶν πατέρων αἱ δόξαι, μὴ τὰ ἶσα φρονεῖν ἑλομένους αὐτοῖς, καὶ διὰ τῶν ὁμοίων κατακαλλύνεσθαι τρόπων τε καὶ σπουδασμάτων. κατακριθησόμεθα δὲ, οὐχ ὡς εἰς μόνας ἠδικηκότες τὰς ἑαυτῶν ψυχὰς, ἀλλ’ οἱονείπως καὶ ταῖς τῶν πατέρων εὐκλείαις ἐπιβουλεύσαντες, καὶ προγονικὴν εὐγένειαν καταισχύναντες. Καὶ σύ ἑ Θεῷ σου ἐπιστρέψεις, ἔλεοι κω κρῖμα φυλάσσου, κω ἔγγιζε πρὸς τοι θεόν θοῦ διὰ παντός.