Ancient Greek
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 55-5
Not analysed yet
Οὐδὲν ἀνασώσει, φησιν, ἐν ἡμέραις ὀργῆς τοὺς προσκεκρουκότας· οὐ ποδών ὀξύτης τὸν δρομικώτατον ἀπαλλάξει τῶν κακῶν· οὐ σώματος ῥώμη τὸν εὐσθενῆ· οὐκ ἐμπειρία πολεμικὴ τὸν εἰδότα τὰ τακτικὰ καὶ τὸ τοξεύειν ἄριστα μεμελετηκότα καὶ ἐπὶ τούτω τεθαυμασμένον· ἀνόνητος δὲ τοῖς χρωμένοις καὶ ἡ τῶν ἵππων ταχύτης, καὶ αὐτὸ δὴ πρὸς τούτῳ τὸ τὴν ἱππόκροτον εἰδέναι μάχην. ἀλλ’ ἕκαστος τούτων εὑρήσει φησὶ τὴν ἑαυτοῦ καρδίαν ἐν δυναστείαις, τουτέστι, καταδεδυναστευμένην τοῖς δείμασι καὶ παραχωροῦσαν ἀμαχεὶ τοῖς καταδῃοῦν ἐθέλουσι τὸ νικᾶν. ἔσται γὰρ τότε δειλία μὲν τῶν ἐξ Ἰσραὴλ, τοσαύτη δὲ δυναστεία τῶν Βαβυλωνίων, ὥστε καὶ διώκειν δύνασθαι τὸν γυμνὸν, τουτέστι, κατισχύσαι τῶν ἐν ὅπλοις, κἂν εἴ τις ἀθώρηκτος εἴη τῶν Βαβυλωνίων· καὶ διώκειν δύνασθαι τοὺς ἐν παντευχίαις τὸν ἄοπλόν τε καὶ ἄσκευον.