Ancient Greek · ~3 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 56-6
Not analysed yet
Οὐκοῦν Θεοῦ κατασείοντος εἰς ἀσθένειαν οὓς ἃν ἕλοιτο κακοῦν, ἐπικουρήσειεν ἂν οὐδέν. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς ἑτεροτρόπως ἡμῖν εἰρημένον “Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει· οὐδὲ ἐν ταῖς “κνήμαις του ἀνδρὸς εὐδοκεῖ,” καὶ πάλιν “Ψευδὴς ἵππος “εἰς εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.” ἀνόνητα γὰρ τὰ τοιάδε παντελῶς, μὴ συναθλοῦντος Θεοῦ. αὐτὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων κύριος, ὁ νεῦρα διδοὺς τοῖς ἠσθενηκόσι, καὶ ἀπονευρῶν τοὺς λελυπηκότας, καὶ σὺν αὐτῷ “διώξεται διώξεται μὲν εἷς χιλίους, δύο δὲ αὖ μετακινήσουσι “μυριάδας,” μυριάδας, δαπανηθήσεται δὲ πληθὺς πολλὴ καὶ ἀμέτρητος δύο που τάχα καὶ τριῶν ἀνθεστηκότων, εἰ μὴ ἐπαμύνοι Θεός.