Ancient Greek · ~4 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 55-7
Not analysed yet
Ἐπειδὴ δὲ, φησὶν, εἰς τοῦτο λοιπὸν ἀλαζονείας καὶ ἀθυροστομίας πεσόντες ἁλίσκεσθε, ἰδοὺ ἐγὼ ἐπάγω ἐφ’ ὑμᾶς ἔθνος· δῆλον δὲ ὅτι τὸ τῶν Ἀσσυρίων· καὶ ἐκθλίψουσιν ὑμᾶς, τοῦ μὴ εἰσελθεῖν εἰς Αἰμὰθ καὶ ἕως τοῦ χειμάῤῥου τῶν δυσμῶν. ἔστι μὲν οὖν ἡ Αἰμὰθ μία τῶν πρὸς ἠῶ πόλις, ὑπὸ τὴν Δαμάσκου βασιλείαν τοτηνικάδε κειμένη· μετωνόμασται δὲ νῦν, ὡς ἔφην, εἰς Ἀντιόχειαν, ἤγουν Ἐπιφάνειαν. χείμαῤῥον δὲ δυσμῶν φησὶ τὸν τῶν Αἰγυπτίων ποταμὸν, κατὰ δυσμὰς τῆς Ἰουδαίων γῆς τῆς Αἰγύπτου κειμένης. ἐπειδὴ δὲ ἦν ἔθος τοῖς ἐξ Ἰσραὴλ, πολέμου μέλλοντος ἐπιθρώσκειν ὐτοῖς, ποτὲ μὲν τὴν ἐκ Δαμάσκου καὶ Σύρων ἐπικουρίαν αἰτεῖν, ποτὲ δὲ τὴν τῶν Αἰγυπτίων ὑποτρέχειν χώραν, ταύτῃτοί φησιν, ὡς ἔθνος μὲν ἐπ’ αὐτοῖς ἐγείρει, οἱ δὲ ἥξουσιν εὐσθενεῖς, τοσαύτην αὐτοῖς ἐπιρριπτοῦντες θλίψιν, ὡς μὴ ἰσχῦσαι λοιπὸν μήτε εἰς Αἰμὰθ εἰσελθεῖν, μήτε εἰς χειμάῤῥουν τῶν δυσμῶν, τουτέστι, μήτε τὴν Δαμάσκου, μήτε τὴν Αἰγυπτίων δύναμιν καλέσαι πρὸς ἐπικουρίαν. “Θεοῦ γὰρ συγκλείοντος, τίς ἀνοίξει; κατὰ τὸ γεγραμμένον. ποῖος ἔσται σωτηρίας τρόπος, τοῦ πάντα ἰσχύοντος εἰς ὄλεθρον συνελαύνοντος;