Ancient Greek · ~7 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 57-10
Not analysed yet
Ὅταν τοίνυν ἐπέλθῃ φησὶν ὁ Ἀσσύριος ἢ ἀλλογενὴς καὶ βάρβαρος, τότε δὴ τότε πρὸς ἑπτὰ μὲν ἥξει ποιμένας, πρὸς δήγματα δὲ ὀκτώ. εὑρήσομεν γὰρ καὶ τοὺς ἐν καιρῷ τοῦ νόμου γεγονότας ἁγίους, οὓς ἑπτὰ ποιμένας φησὶ, καὶ πρός γε δὴ τούτοις Ἀποστόλους τε καὶ Εὐαγγελιστὰς, καὶ τοὺς τῶν ἐκκλησιῶν κατὰ καιροὺς διδασκάλους, ἀεὶ πολεμοῦντας καὶ ἀνθεστηκότας γενικῶς ταῖς τῶν δαιμόνων ἀπάταις, καὶ ταῖς τοῦ πονηροῦ δυστροπίαις τὴν οἰκείαν ὥσπερ ἀντεξάγοντας νῆψιν. ἀνασώζουσι γὰρ τοὺς τὴν ἁγίαν οἰ- κοῦντας χώραν τε καὶ γῆν, νουθεσίαις ἀνατειχίζοντες καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων παιδαγωγίαις ἀσφαλιζόμενοι. ὅτι δὲ ἔμελλεν ὁ τῶν ἁγίων χορὸς ἐπιβουλεύειν τρόπον τινὰ τῷ σατανᾷ, καὶ νοητῶς αὐτὸν δήγμασι δαπανᾶν, διεσάφει καὶ πάλιν Θεὸς διὰ φωνῆς ἁγίου λέγων περὶ αὐτοῦ “Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, ἕως τίνος; “καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, ὅτι ἐξαίφνης “ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ “ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς, ὅτι σὺ “ἐσκύλευσας ἔθνη πολλὰ, σκυλεύσουσί σε πάντες οἱ ὑπο- “λελειμμένοι λαοί.” ἀκούεις ὅτι καταδηχθήσεσθαί τε φησὶ καὶ σκυλευθήσεσθαι τὸν πληθύνοντα ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, τουτέστι, τὸν σατανᾶν; εἶτα τοὺς σκυλεύσαντας αὐτὸν ὀνομάζει τοὺς ὑπολελειμμένους, τουτέστι, τοὺς ἐκ τοῦ καταλείμματος ἤτοι τοὺς ἐξ Ἰακώβ. ἀλλ᾿ εἰ καί τις Ἀσσύριος ἐπέλθη φησὶ, τουτέστιν, ἀνὴρ ἑτερόφρων καὶ πεπλανημένος, καὶ τὴν εἰς εὐθὺ δίαττουσαν πίστιν οὐκ ἔχων, χωλεύων δὲ ὥσπερ καὶ κεκλασμένος τὸν νοῦν, ἀντανιστᾶσι καὶ τούτῳ τῆς ἀληθείας τὴν δύναμιν καὶ τῆς αὐτῷ σαθρότητος δεικ- νύντες τὸ ἀτερὲς, ἀποσβοῦσιν ὡς λύκον μονουχὶ καταδάκνοντες καὶ τῆς τῶν νοντῶν προβάτων ἀγέλης εἶναι τέως ἀπωτάτω καὶ ἔξω φέρεσθαι καὶ οὐχ ἐκόντας παρασκευάζοντες. οὗτοι δὴ οὖν οἱ ἑπτὰ ποιμένες, καὶ ὡς ἐν ὀκτὼ νοούμενοι δήγμασι, ποιμανοῦσι τὸν Ἀσσοὺρ ἐν ῥομφαία. τὸ ποιμανοῦσιν ἀντὶ τοῦ διώξουσι λέγει. ἐπεὶ γὰρ ἐμνήσθη ποιμένων, τετήρηκε τῇ τοῦ λόγου μεταφορᾷ τὸ πρέπον, τὸ ποιμανοῦσιν εἰπών.