Ancient Greek
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 58-11
Not analysed yet
Καὶ τίς ἡ ῥομφαῖα νοοῖτ᾿ ἂν εἰκότως, ᾗ κεχρῆσθαι τοὺς ἁγίους ἔθος, σαφηιεῖ λέγων ὁ ψαλμῳδὸς περὶ αὐτῶν “Καὶ “ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν, τοῦ ποιῆσαι ἐκ- “δίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς·” “Ζῶν “γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ “πᾶσαν μάχαιραν δίστομον.” ἐξοπλίζων δὲ καὶ ὁ Παῦλος τὸν ἐν Χριστῷ νοούμενον στρατιώτην, δίδωσιν αὐτῷ “Τὴν “μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.” ὅτι δὲ διώκει τὸν Ἀσσοὺρ ἡ θεία τε καὶ παναλκὴς ῥομφαία, τουτέστιν ὁ τοῦ Θεοῦ Λόγος, οὐδὲν ἧττον ἡμᾶς ἀναπείσει λέγων καὶ ὁ προφήτης Ἡσαΐας “Καὶ ἔσται ἐν τῇ ἠμέρᾳ ἐκείνῃ ἐπάξει “ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν τὴν μεγάλην καὶ τὴν “ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιὸν, καὶ ἀνελεῖ b “τὸν δράκοντα·” καὶ πάλιν “Καὶ ἔσται, ὅταν συντελέσῃ “Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσα- “λὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν “Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν “αὐτοῦ. εἶπε γάρ Τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέ- “σεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνο- “μεύσω, καὶ σείσω πόλεις κατοικουμένας.” ἐν ταύτῃ δὴ οὖν τῇ ῥομφαία ποιμανοῦσι τὸν Ἀσσοὺρ, καὶ πᾶσαν δὲ τὴν γῆν τοῦ Νεβρὼδ ἐν τῷ τάφρῳ αὐτῆς. βούλεται δὲ διὰ τούτων ἐκεῖνο εἰπεῖν. τὴν γῆν τοῦ Νεβρὼδ τὴν τῶν Ἀσσυρίων ὀμομάζει χώραν, ἤτοι τὴν Βαβυλῶνα, περὶ ἣν, ὥς φασι, βαθεῖα βέβλητο τάφρος. γῆν δὲ αὐτὴν τοῦ Νεβρὼδ ὀμομάζει, διὰ τὸν αὐτὸν εἶναι τὴν Βαβυλωνίων ἀρχὴν καὶ γένεσιν καὶ πατέρα τοῦ γένους. γέγραπται δὲ οὕτως ἐν τῇ Γενέσει περὶ αὐτοῦ “Υἱοὶ δὲ Ῥεγμὰ Σαβὰ καὶ Δαδάν. Χοῦς δὲ ἐγέννησε τὸν “Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. οὗτος ἦν “γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο “ἐροῦσιν Ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου. καὶ “ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ὁρὲχ “καὶ Ἀρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σενναάρ.” ἐγηγέρθαι μὲν τὸν πύργον ἐν τῇ Χαλάννῃ· Περσικὸν δὲ τοῦτο χωρίον· καὶ ἡ θεία λέγει γραφή. γῆν οὖν ἄρα τοῦ Νεβρὼδ τὴν Βαβυλῶνά φησιν, ἣ τάφρῳ διέζωσται, καθάπερ ἔφην ἀρτίως. οὕτω δὴ οὖν ποιμανοῦσί φησι τὸν Ἀσσοὺρ, καὶ πᾶσαν δὲ τὴν γῆν τοῦ Νεβρὼδ, ὡς εἴσω μένειν τῆς τάφρου, καὶ πόλεων καὶ χωρῶν κατευρύνεσθαι μὲν οὐκέτι, μένειν δὲ ὥσπερ οἴκοι περιδεεῖς καὶ τρέμοντας· τοῦτό τοι παθόντα διὰ Χριστοῦ τὰ τῶν δαιμονίων εὑρήσομεν στίφη. οὐ γὰρ ἔτι τῆς ὑφ᾿ ἡλίῳ καταλαζονεύονται, καθὰ καὶ πάλαι καὶ πρὸ τῆς ἐπιδημίας· μένουσι δὲ ὥσπερ ἐν οἷς εἰσὶ, ταῖς τῶν ἁγίων νήψεσι καὶ ἀγαθαῖς συμβουλίαις ἀνακοπτόμενα, καὶ τῆς τῶν ἁγίων εἰργόμενα γῆς, ὡς ἂν ἠρεμαῖον καὶ ἀπόλεμον διαζῶντες βίον ἀποπεραίνειν δύναιντο τὰ ἀδδάνοντα τῷ Θεῷ, καὶ διὰ τῆς αὐτῷ φιλαιτάτης εὐκοσμίας καταφαιδρύνεσθαι.