Ancient Greek · ~6 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 57-7
Not analysed yet
Τί τὸ ἔθνος τὸ τοῖς ἐξ Ἰσραὴλ ἐπενεχθησόμενον, ἢ ποῖον αὐτοῖς ἐπίοι τὸ βλάβος, ἀποκαλύπτει τῷ Προφήτῃ Θεός· ἁρμόζεται δὲ τοῖς ἤθεσιν αὐτοῦ, καὶ δι’ ὧν οἶδεν ἀκριβῶς, διὰ τούτων αὐτὸν διδάσκει τὰ πραχθησόμενα. πάνδεινον γὰρ ἀεὶ τοῖς ποιμέσιν εἶναί τε δοκεῖ, καὶ ἔστιν ἀληθῶς ἀκρίς τε καὶ βροῦχος· ἀποκειραμένης γὰρ ὥσπερ δι’ αὐτῶν τῆς πόας, καταφθείρεσθαι λοιπὸν ἀνάγκη τὰ ποίμνια. οὐκοῦν ὡς ποιμένι τῷ Προφήτῃ Θεὸς τὰς ἐκ τοῦ πολέμου κατασηαὐτοῦ μαίνει συμφοράς. ὡς ἐν εἴδει γὰρ ἀκρίδος κατασημαίνει τὸν Ἀσσύριον, ὡς ἐν ἀμετρήτῳ πληθύι· μονονουχὶ κατεσθίοντα καὶ δαπανῶντα τὴν γῆν. ἑωθινὴν ’δε φησιν αὐτὴν, μονονουχὶ πίπτουσαν ὡς δρόσον, καὶ ἐν νιφάδων τάξει καταχεομένην τῆς γῆς. ἀλλ’ ἦν, φησὶ, καὶ βροῦχος εἷς· ἦν δὲ δὴ οὗτος καὶ Γὼγ ὁ βασιλεύς. εἶτα Θεοῦ λέγοντος Καὶ ἔσται ὅταν συντελέσῃ τοῦ καταφαγειν τὸν χόρτον τῆς γῆς· τουτέστιν, ὅταν δαπανήσῃ κατεσθίων τὴν ἀγελαίαν πληθὺν τὴν οὖσαν ἐν Σαμαρείᾳ δηλονότι, καὶ ἐν ταῖς πόλεσι τῆς Ἰουδαίας· εἶτά τι μέλλοντος προστιθέναι ἕτερον, διαλαβὼν ὁ Προφήτης, καταλήγειν αὐτὸν τῆς ὀργῆς λιπαρεῖ λέγων Κύριε ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰσραήλ; ὅτι ὀλιγοστός ἐστιν. εἰ γὰρ δὴ βούλοιο, φησὶ, καθ’ ὃν τεθέαμαι τρόπον παραδοῦναι τοῖς ἐχθροῖς τὸν Ἰσραὴλ εἰς κατάβρωσιν, ὀλίγοστος ἔσται παντελῶς. πρὸς ταῦτα Θεός Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύρος. οὐκ ἃν κοπάσαιμι φησι, οὐδ’ ἂν καθυφείην· καταλήξαιμι γὰρ ἃν οὐδαμῶς τοῦ παιδεύειν τοὺς ἠσεβηκότας.