Ancient Greek · ~9 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 58-8
Not analysed yet
Πολυπραγμονοῦντες δὲ ἀναγκαίως, τίς δὴ ἄρα ἐστὶν ὁ Γὼγ, ἐκεῖνό φαμεν, ὅτι καὶ ὁ μακάριος προφήτης Ἰεζεκιὴλ θρῆνον ἐν αὐτῷ γράφει, Θεοῦ προστάττοντος. οἰόμεθα δὲ εἶναι τὸν Σενναχηρὶμ, ὅτε καὶ Ῥαψάκου κατακερτομοῦντος Θεὸν “ἐξῆλθεν ἄγγελος κυρίου καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ “τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε “χιλιάδας.’’ μεμνήσομαι δὲ ἀναγκαίως τῶν ἐπ’ αὐτῷ γεγραμμένων διὰ φωνῆς Ἰεζεκιήλ. ἔχει δὲ οὕτως “Τάδε λέγει “Κύριος Κύριος τῷ Γώγ Σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ “ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου τῶν “προφητῶν τοῦ τοῦ Ἰσραὴλ, ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσι, “τοῦ ἀγαγεῖν σε ἐπ’ αὐτούς.” ἀκούεις ὅπως αὐτὸν, καὶ οὐχ ἕτερον εἶναί φησιν, ὃν ἠπείλησε διὰ προφητῶν ἁγίων ἐπιφέρειν τοῖς ἐξ Ἰσραήλ; ὅτι δὲ τὰς τῆς ἀθυροστομίας ἐξήτηται δίκας, καὶ κρατήσειν ὑπολαβὼν ἀδοκήτως ἀνῄρηται, καὶ πέπτωκεν ἐν τῆ γῇ τοῦ Ἰσραὴλ, πάλιν εὐθὺς κατασημαίνει λέγων “Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ “Γὼγ καὶ ἐρεῖς τάδε λέγει κύριος κύριος Ἴδου ἐγὼ “σὲ Γὼγ ἄρχοντα Ῥοσμεσὸχ καὶ Θοβὲλ, καὶ συνάξω σε “καὶ καθοδηγήσω σε καὶ ἀναβιβάσω σε ἐπ’ ἐσχάτου βορρᾶ “καὶ ἄξω σε ἐπὶ τὰ ὄρη τοῦ Ἰσραὴλ, καὶ ἀπολῶ τόξον σου “ἀπὸ τῆς χειρὸς τῆς ἀριστερᾶς σου καὶ τὰ τοξεύματά σου “ἀπὸ τῆς χειρὸς τῆς δεξιᾶς σου, καὶ καταβαλῶ σε ἐπὶ τὰ “ὄρη τοῦ Ἰσραὴλ, καὶ πέσῃς σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ “τὰ ἔθνη τὰ περὶ σὲ δοθήσονται εἰς πλῆθος ὀρνέων· καὶ “παντὶ πετεινῷ καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε “καταβρωθῆναι· ἐπὶ πρόσωπον τοῦ πεδίου πέση, ὅτι ἐγὼ “ἐλάλησα λέγει κύριος Κύριος·” καὶ μεθ’ ἕτερα πάλιν “καὶ “ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνη δώσω τῷ Γὼγ τόπον ὀνομαστὸν “μνημεῖον ἐν Ἰσραὴλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων “πρὸς τῆ θαλάσσῃ, καὶ περιοικοδομήσουσι τὸ περιστόμιον “τῆς φάραγγος καὶ κατορύξουσιν ἐκεῖ τὸν Γὼγ καὶ πᾶν τὸ “πλῆθος αὐτοῦ καὶ κληθήσεται τότε τὸ πολυάνδριον τοῦ Γώγ. “καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ἰσραὴλ, ἵνα καθαρισθῇ ἐν “ἑπταμήνῳ, καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς, “καὶ ἔσται αὐτοῖς εἰς ὀνομαστὸν ἧ ἡμέρᾳ ἐδοξάσθην λέγει “Κύριος Κύριος.” πεπτωκότων γὰρ τῶν Ἀσσυρίων, οἳ διὰ τοῦ Γὼγ κατασημαίνονται, τάχα που τὸ πλῆθος τῶν ἐξ Ἰσραὴλ κατορώρυχε τοὺς τεθνεῶτας, ἵνα μὴ πόλεσί τε καὶ χώραις τὸ δύσοιστον τῆς οὕτω δεινῆς κακοσμίας καταλυμαίνοιτο χρῆμα.